Ancient Greek · ~6 min
Page 269
Joannes Philoponus Phil., De aeternitate mundi 269
Not analysed yet
ἐπισκεψώμεθα. καὶ συγκεχωρήσθω παρ' ἡμῶν, κἂν μὴ τοῦτο λέγῃ Πλάτων, αὐτῷ τῷ εἶναι τὰς λογικὰς ψυχὰς ἀπροαιρέτως ἀρχὰς εἶναι τῆς τῶν σωμάτων ζωῆς καὶ κινήσεως· λέγω δὴ αὐτῷ τῷ εἶναι οὐχ, ὅτι ἐν τούτῳ τὸ εἶναι καὶ τὴν οὐσίαν ἔχουσιν αἱ ψυχαὶ ἐν τῷ ἀρχαὶ εἶναι κινήσεως (αὕτη γὰρ ἤδη ἐλήλεγκται ἡ ὑπόθεσις· ὑπόκειται δὲ νῦν ἡμῖν κατ' ἄλλο μὲν τὸ εἶναι ἔχειν τὴν ψυχήν, κατ' ἄλλο δὲ τὸ ἀρχὴν εἶναι κινήσεως), ἀλλ' ὅτι, ὡς ὁ ἥλιος ἀπροαιρέτως ἅμα τῷ φανῆναι φωτίζει καὶ τὸ πῦρ ἅμα τῷ παρεῖναι θερμαίνει (εἰ παρῇ δηλονότι τὰ θερμαίνεσθαί τε καὶ φωτίζεσθαι δυνάμενα· οὐ γὰρ ἐν τούτῳ οὐσίωται τὸ πῦρ ἐν τῷ θερμαίνειν οὐδὲ ὁ ἥλιος ἐν τῷ φωτίζειν, παρόντων δὲ τῶν δεκτικῶν ἀπροαιρέτως φωτίζει τε καὶ θερμαίνει τό τε πῦρ καὶ ὁ ἥλιος), κατὰ τὸν αὐτὸν δὴ τρόπον ὑποκείσθω καὶ οἷς ἂν ἡ λογικὴ ψυχὴ παραγένηται αὐτῷ τῷ εἶναι ἀβουλήτως ζωὴν ἐπιφέρειν καὶ κίνησιν. τούτου δὲ οὕτως ἔχοντος ποία ἀνάγκη, εἰ ἀγένητος εἴη ἡ ψυχή, ἀγένητον εἶναι καὶ τὸ κινούμενον ὑπ' αὐτῆς σῶμα; καὶ γὰρ τὸ φῶς ἅμα τῷ παρεῖναι κινητικόν ἐστιν τοῦ δυνάμει διαφανοῦς, καὶ οὐ πάντως ἅμα τῷ εἶναι τὸ φῶς πᾶν τὸ δυνάμει διαφανὲς καταλάμπεται, ἀλλὰ δηλονότι τὸ ἐν ὑπάρξει ὂν καὶ τοῦτο οὐ πᾶν, ἀλλὰ τὸ τὴν πρὸς τὸ φωτίζον σχέσιν ἀναδεχόμενον· ὑπὲρ γῆν γὰρ ὄντος τοῦ ἡλίου πᾶς ὁ ὑπὸ γῆν ἀὴρ καὶ τὸ ὕδωρ ἐπιπροσθούμενα ὑπὸ τῆς γῆς καὶ τὴν πρὸς τὸ φωτίζον οὐκ ἀναδεχόμενα σχέσιν οὐδεμίαν ἐκ τοῦ φωτὸς ἴσχει κίνησιν