Ancient Greek · ~5 min
Page 268
Joannes Philoponus Phil., De aeternitate mundi 268
Not analysed yet
εἶναι εἰπὼν τὸ αὐτοκίνητον οὐ τὰ τῇ γενέσει τοῦ αὐτοκινήτου ἑπόμενα ἀλλὰ τὰ τῇ ἀπωλείᾳ ἐπήγαγεν· συμβήσεται γάρ, φησίν, πάντα οὐρανὸν καὶ πᾶσαν γῆν εἰς ἓν ξυμπεσοῦσαν στῆναι καὶ <μή>ποτε αὖθις ἔχειν, ὅθεν κινηθέντα γενήσεται· τοῦτο γὰρ οὐ τῇ γενέσει τοῦ αὐτοκινήτου ἕπεται (γινόμενον γὰρ τὸ αὐτοκίνητον καὶ ἀρχὴν κινήσεως δίδωσιν πάλιν τοῖς κινουμένοις, ὅθεν κινηθέντα γένηται), εἰ μέντοι ἀπόλοιτο τὸ αὐτοκίνητον, ἅτε δὴ τῆς ἀρχῆς ἀπολλυμένης οὔτε τι ἕξει, ὅθεν ὑπάρξει τὰ ἐξ αὐτῆς ὑφιστάμενα. τοῦτο δὲ οὐ μόνον ἐκ τῆς Πλατωνικῆς ἀποφάνσεως ἀλλὰ καὶ ἐκ τῆς λογικῆς ἀκολουθίας καὶ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως δῆλον καθέστηκεν· τῆς γὰρ ψυχῆς ἀθανάτου πεπιστευμένης εἶναι, ὡς εἴρηται, οὐκ ἀνάγκη καὶ τὰ ἡμέτερα σώματα εἶναι ἀθάνατα. ὥστε οὐ πάντως τῇ ὑπάρξει τῆς ψυχῆς συνυπάρχειν καὶ τὸ ὑπ' αὐτῆς κινούμενον σῶμα ἀνάγκη. καὶ εἰ ἕπεται ἐξ ἀνάγκης τῇ ὑπάρξει τοῦ ἐμψύχου σώματος ἡ ψυχή, ἀκολουθήσει πάντως κατὰ τὰς λογικὰς μεθόδους τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ οὐ τῇ ὑπάρξει τῆς ψυχῆς ἡ τοῦ σώματος ὕπαρξις ἀλλὰ τῇ ἀνυπαρξίᾳ τῆς ψυχῆς ἡ ἀνυπαρξία τοῦ σώματος. οὐδεμία ἄρα ἀνάγκη τῷ ἀγένητον εἶναι λέγοντι τὴν ψυχὴν καὶ τὸν κόσμον λέγειν ἀγένητον. βιʹ. Ἐπειδὴ δὲ ὥσπερ τινὰ ἀνάγκην ὁ Πρόκλος ἐπιθεῖναι τῷ λόγῳ βουλόμενος αὐτῷ τῷ εἶναί φησιν τὴν ψυχὴν ἀπροαιρέτως ἀρχὴν καὶ αἰτίαν εἶναι τῆς τῶν σωμάτων ζωῆς καὶ κινήσεως, φέρε δὴ καὶ τοῦτο