Ancient Greek · ~5 min
Page 271
Joannes Philoponus Phil., De aeternitate mundi 271
Not analysed yet
κινεῖται ὑπ' αὐτοῦ ἡ ὄρεξις, ἀλλ' ὅταν αὐτῷ προσβάλῃ καὶ σχέσιν πρὸς αὐτὸ ἀναδέξηται. εἰ τοίνυν μὴ παντὶ τῷ κινητικῷ τινος, κἂν ἀπροαιρέτως καὶ αὐτῷ τῷ εἶναι κινῇ, σύνεστι πάντως καὶ τὸ πεφυκὸς ὑπ' αὐτοῦ κινεῖσθαι, κακῶς ἄρα ὁ Πρόκλος λαβών, ὅτι ἀγένητόν ἐστιν καὶ ἄφθαρτον τὸ αὐτοκίνητον καὶ τῆς τῶν σωμάτων κινήσεως ἀρχὴ καὶ ὅτι αὐτῷ τῷ εἶναι καὶ οὐ προαιρέσει κινητικόν ἐστιν τῶν σωμάτων, τούτοις φησὶν ἕπεσθαι τὸ καὶ τὸν κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον ὡς ἐξ ἀνάγκης ἅμα τῷ εἶναι τὸ κινητικὸν αἴτιον συνόντος αὐτῷ καὶ τοῦ κινεῖσθαι ὑπ' αὐτοῦ πεφυκότος· ὅπερ ὡς οὐκ ἔστιν ἀληθές, ἐξ αὐτῶν τῶν πραγμάτων ἀπεδείξαμεν. γιʹ. Καὶ αὐτὸς δὲ ἐν τῷ Φαίδρῳ ὁ Πλάτων μόνῳ μὲν τῷ αὐτοκινήτῳ ἕπεσθαι ἔφησεν τὸ ἀγένητόν τε καὶ ἄφθαρτον, τὸ δὲ ἑτεροκίνητον ἅπαν παῦλαν κινήσεώς τε καὶ ζωῆς ἔχειν ἀπεφήνατο· ἔχει δὲ ἡ λέξις οὕτως ‘ψυχὴ πᾶσα ἀθάνατος· τὸ γὰρ ἀεικίνητον ἀθάνατον· τὸ δὲ ἄλλο κινοῦν καὶ ὑπ' ἄλλου κινούμενον παῦλαν ἔχον κινήσεως παῦλαν ἔχει ζωῆς· μόνον δὲ τὸ αὑτὸ κινοῦν ἅτε οὐκ ἀπολεῖπον ἑαυτὸ οὐδέποτε λήγει κινούμενον, ἀλλὰ καὶ τοῖς ἄλλοις, ἃ κινεῖται, καὶ τοῦτο πηγὴ καὶ ἀρχὴ κινήσεως’. εἰ τοίνυν μόνον ὄντως τὸ αὑτὸ κινοῦν ἅτε δὴ αὐτὸ ἑαυτοῦ μὴ δυνάμενον ἀπολείπεσθαι οὐδέποτε λήγει κινούμενον καὶ διὰ τοῦτό ἐστιν ἀθάνατον, πάλιν δ' αὖ