Ancient Greek · ~5 min
Page 272
Joannes Philoponus Phil., De aeternitate mundi 272
Not analysed yet
πᾶν τὸ ὑφ' ἑτέρου κινούμενον παῦλαν κινήσεως ἔχει καὶ ζωῆς, οὐδὲν δὲ σῶμα αὐτοκίνητόν ἐστιν, ὡς Ἀριστοτέλης μὲν ἔδειξεν, Πλάτων δὲ προαπεφήνατο, ἀλλὰ πᾶν ὑφ' ἑτέρου κινεῖται, σῶμα δὲ ὁ οὐρανὸς καὶ ὁ κόσμος οὐκ αὐτοκίνητος ὢν ἀλλ' ὑπὸ ψυχῆς τῆς αὐτοκινήτου κινούμενος καὶ τῷ κινεῖσθαι ὑπ' αὐτῆς κινῶν ἕτερα, καὶ ὁ κόσμος ἄρα κατὰ Πλάτωνα παῦλαν ἕξει κινήσεώς τε καὶ ζωῆς. καὶ ταῦτα δὴ σύμφωνα τοῖς ἐν Τιμαίῳ εἰρημένοις ὡς ‘ἐπείπερ ἐγένεσθε, ἄλυτοι μὲν οὐκ ἐστὲ οὐδὲ ἀθάνατοι τὸ πάμπαν’. τὸ δὲ παῦλαν ἔχον ζωῆς ἀγένητον εἶναι ἀδύνατον· οὐδὲν γὰρ τῶν φθαρτῶν ἀγένητον (κἂν μὴ φθείρηται κρείττονι τῆς αὐτοῦ φύσεως δυνάμει κρατούμενον), ἐπεὶ μηδὲ τὸ ἀγένητον φθαρτὸν εἶναι ἐνδέχεται· εἰ γὰρ εἴη τι φθαρτὸν ἀγένητον, καὶ ἀγένητόν τι φθαρτὸν ἔσται ἐξ ἀνάγκης, ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ἀγένητος κατὰ Πλάτωνα ὁ οὐρανός, ἐπεὶ μηδὲ ἄφθαρτος κατὰ φύσιν· οὐκ ἄφθαρτος δέ, ἐπειδὴ παῦλαν ἔχων κινήσεως παῦλαν ἔχει ζωῆς· ζωῆς δὲ καὶ κινήσεως παῦλαν ἔχει διὰ τὸ μὴ εἶναι αὐτοκίνητος ἀλλὰ κινεῖσθαι μὲν ὑπ' ἄλλου τῆς ψυχῆς, κινεῖν δὲ ἄλλο τὰ ἐντὸς πάντα· ὅθεν, ἵνα μένῃ ἀθάνατός τε καὶ ἀδιάλυτος, ἐπισκευαστὴν αὐτῷ παρὰ τοῦ δημιουργοῦ τὴν ἀθανασίαν ἐπιγενέσθαι φησὶν διὰ τὸ μὴ ἐκ τῆς οἰκείας ἔχειν φύσεως τὸ ἀθάνατον, ὡς διὰ πλειόνων ἐν τῷ ἕκτῳ ἀποδέδεικται. διʹ. Ἀλλ' ἐπειδή, ὅπερ ἐν ἀρχῇ ἔλεγον, ἕπεσθαι