Ancient Greek · ~6 min
Page 274
Joannes Philoponus Phil., De aeternitate mundi 274
Not analysed yet
ἀρχὴ δὲ ἡμῖν ἔστω τῆς σκέψεως ἥδε. διττὴ τῶν σωμάτων ἡ κατὰ τόπον ἐστὶν κίνησις ἡ μὲν κατὰ κύκλον ἡ δὲ κατ' εὐθεῖαν (ἡ γὰρ μικτὴ κίνησις, ἣν καλοῦσιν ἕλικα, οὐ φυσική· οὐδὲν γὰρ ἔστιν σῶμα ὑπὸ φύσεως ἑλικοειδῆ κινούμενον κίνησιν, ὡς προϊόντων ἐναργὲς ὂν ὅμως δειχθήσεται). τὰ μὲν οὖν κατ' εὐθεῖαν κινούμενα σώματα γενητὰ εἶναι καὶ φθαρτὰ μετὰ τῆς ἐναργείας καὶ οἱ τῶν Ἑλλήνων ἅπαντες σοφοὶ ἀπεφήναντο· οὐδὲν γὰρ ἔστιν ἰδεῖν σῶμα εὐθυφορούμενον, ὃ μὴ γενέσει πάντως καὶ φθορᾷ ὑποπέπτωκεν. εἴ τι ἄρα ἔστιν σῶμα ἀγένητον καὶ ἄφθαρτον, ἢ πάντῃ ἀκίνητον ἔσται ἤ, εἴπερ ἄρα, τὴν κύκλῳ κινήσεται κίνησιν· συγκεχωρήσθω γὰρ τοῦτο τέως εἶναι ἀμφισβητήσιμον, εἰ τὰ κυκλοφορούμενα τῶν σωμάτων ἀγένητά ἐστιν καὶ ἄφθαρτα. τούτων οὖν οὕτως ἐχόντων εἴπερ ἔστιν σῶμα ἕτερον ὥς φασιν ἀίδιον, ᾧ πρώτῳ ἡ ψυχὴ ἐπιβέβηκεν, δι' οὗ τὰ φθαρτὰ κινεῖ σώματα, κινούμενον καὶ αὐτὸ κατὰ τόπον οὕτως κινεῖ τὸ φθαρτὸν σῶμα, ὥσπερ ἡμίονος κινουμένη κινεῖ τὴν ἅμαξαν καὶ ἡ χεὶρ κινουμένη κινεῖ ἄλλο τι, ἢ μένον ἀκίνητον αὐτὸ κατὰ τόπον φυσικῇ δυνάμει κινεῖ τὰ φθαρτὰ σώματα, ὥσπερ ἡ μαγνῆτις λίθος ἠρεμοῦσα κατὰ τόπον κινεῖ τὸν σίδηρον καὶ τὸ ἤλεκτρον τὰ κάρφη. εἰ μὲν οὖν ἀκίνητον ὂν φυσικῇ δυνάμει κινεῖ, οὐ ποτὲ μὲν κινήσει ποτὲ δὲ οὐ κινήσει, ἀλλ' ἀεὶ κινήσει, ἕως ἂν παρῇ καὶ σχέσιν ἔχει πρὸς αὐτὸ τὸ κινούμενον ὑπ' αὐτοῦ σῶμα· τοιαῦται γὰρ αἱ ἐν τοῖς σώμασιν φυσικαὶ δυνάμεις δραστήριοι· καὶ γὰρ ἡ μαγνῆτις λίθος ἀεὶ τὸν