Ancient Greek
Page 273
Joannes Philoponus Phil., De aeternitate mundi 273
Not analysed yet
μὲν τῷ εἶναι τὴν ψυχὴν αὐτοκίνητον ὁ Πρόκλος ἔφησεν τὸ συναΐδιον εἶναι αὐτῇ τὸ κινούμενον ὑπ' αὐτῆς σῶμα, ἐκ δὲ τῶν πραγμάτων καρτερὸν ἔχων τὸν ἔλεγχον τῷ πάντα γενητὰ φαίνεσθαι καὶ φθαρτὰ τὰ ὑπὸ τῶν ψυχῶν κινούμενα σώματα δέον ἐκ τῶν ὡμολογημένων κατασκευάζειν τὰ ἀγνοούμενα (λέγω δὴ ἐκ τοῦ πάντα ὁρᾶσθαι γινόμενα καὶ φθειρόμενα τὰ ὑπὸ τῶν ψυχῶν κινούμενα σώματα συλλογίζεσθαι ἐντεῦθεν, ὡς οὐδὲ τὸ τοῦ κόσμου σῶμα ἀγένητον εἴη ἂν καὶ ἄφθαρτον) αὐτὸς τὴν φύσιν τῆς ἀποδείξεως παρατρέπων ἐκ τῶν ἀδήλων τὰ ἄδηλα συλλογίζεται (λαβὼν γὰρ ἀναποδείκτως τὸ δεῖν ἅμα τῷ εἶναι τὴν ψυχὴν εἶναι πάντως καὶ τὸ κινούμενον ὑπ' αὐτῆς σῶμα, ὅπερ οὔτε ἐκ τῆς ἐναργείας οὔτε ἐκ τοῦ λόγου τὸ πιστὸν ἔχει, ἐκ τούτου φησὶν εἶναι δῆλον, ὡς πᾶσα ψυχὴ ἀιδίῳ πρῶτον ἐπιβέβηκε σώματι καὶ τοῦτο κινεῖ ἀιδίως, κἂν ἐν φθαρτοῖς γένηται σώμασιν, διὰ τοῦ ἀιδίου καὶ τὰ φθαρτὰ κινεῖ), ἴσως μὲν παντὶ δῆλον ὑπάρχει, ὡς ἐληλεγμένου τοῦ ἡγουμένου καὶ τὸ ἑπόμενον συναπελήλεγκται (εἰ γὰρ ἐδείξαμεν, ὡς οὐδεμία ἀνάγκη ἅμα τῷ εἶναι τὴν ψυχὴν εἶναι καὶ τὸ κινούμενον ὑπ' αὐτῆς σῶμα, δηλονότι οὐδεὶς ἔτι λόγος ἀναγκάσει ἀιδίῳ πρῶτον τὰς ψυχὰς ἐπιβεβηκέναι σώματι), οὐδὲν δὲ ἴσως χεῖρον καὶ αὐτὴν καθ' αὑτὴν τὴν ὑπόθεσιν ταύτην ἐξετάσαι, εἴ που φυσικῆς τινος καὶ ἀναγκαίας ἀκολουθίας ἔχεται τὸ δεῖν πάντως ἀίδιόν τι σῶμα τῶν ψυχῶν ἐξηρτῆσθαι παντὶ τῷ εἶναι αὐτῶν συμπαρατεινόμενον καὶ τούτῳ πρῶτον ἐπιβεβηκέναι τὰς ψυχὰς καὶ δι' αὐτοῦ καὶ τὰ φθαρτὰ κινεῖν σώματα.