Ancient Greek · ~6 min
Page 276
Joannes Philoponus Phil., De aeternitate mundi 276
Not analysed yet
καθ' ὅλον αὐτὸ τὸ φθαρτὸν σῶμα; τὸ γὰρ τῇ ἑαυτοῦ κινήσει ἄλλο κινοῦν καὶ ἀπὸ ἑτέρου εἰς ἕτερον μετάγον τόπον τῷ αὐτὸ μεταβαίνειν τόπον ἐκ τόπου οὕτω κἀκεῖνο αὐτὸ ἑαυτῷ συμμεταβάλλει· μεθιστάμενοι γοῦν κατὰ τόπον οἱ ἵπποι συμμεθιστῶσιν τὸ ἅρμα καὶ τὸν ἡνίοχον. ἀλλὰ δὴ καὶ ἣν κινεῖται τὸ κινοῦν κατ' εἶδος κίνησιν, τὴν αὐτὴν κινεῖ τὸ κινούμενον· ὁ γοῦν οὐρανὸς τῇ ἰδίᾳ κινήσει συμπεριάγων τὸν ὑποκείμενον αἰθέρα κύκλῳ καὶ αὐτὸν συμπεριάγει· τὴν γὰρ κίνησιν τοῖς τῇδε τὴν κατ' ἀλλοίωσίν τε καὶ γένεσιν δυνάμει μᾶλλον καὶ τῇ τοιᾷδε τῶν κατ' οὐρανὸν σχέσει καὶ οὐχ ἁπλῶς τῇ περιδινήσει ψιλῇ παρέχεται· τῷ γὰρ πλησιάσαι τισὶν θερμαίνει ταῦτα ὁ ἥλιος καὶ ψύχει πάλιν ἀφιστάμενος· νῦν δ' ἡμῖν περὶ μόνης ἐστὶν τῆς κατὰ τόπον ὁ λόγος κινήσεως. ἀλλὰ δὴ καὶ τὸ πνεῦμα κατ' εὐθεῖαν κινούμενον τὴν αὐτὴν κινεῖ τὴν ναῦν καὶ ἡμίονος ὁμοίως τὴν ἅμαξαν· τὸ γὰρ εἶδος τὸ αὐτὸ τῆς κινήσεως, εἰ καὶ τρόπος διάφορος· λέγω δὲ τρόπον κινήσεως, ὅτι ἡ μὲν ἡμίονος διὰ σκελῶν κινεῖται, διὰ τροχῶν δὲ ἡ ἅμαξα. ειʹ. Ἀλλ' οὐδὲ ἡ τῶν τροχῶν, ὡς ἄν τις οἰηθείη, κίνησις διάφορός ἐστιν κατ' εἶδος· κύλισις γάρ, οὐ κυκλοφορία ἡ τῶν τροχῶν ἐστιν κίνησις, ἡ δὲ κύλισις τρόπον τινὰ εὐθυφορία ἐστὶν καὶ αὐτή, ὡς εἴ τις περιφερῆ λίθον ἐπί τι κάταντες φερόμενον ἐπινοήσειεν· τὸ σχῆμα γὰρ τοῦ διαφόρου τρόπου τῆς κινήσεως αἴτιον, οὐ τὸ εἶδος διάφορον τῆς κινήσεως· εἰ γοῦν τις τῶν τροχῶν μεταβάλοι τὸ σχῆμα, καὶ ὁ τρό-