Ancient Greek · ~6 min
Page 277
Joannes Philoponus Phil., De aeternitate mundi 277
Not analysed yet
πος τῆς εὐθυφορίας συμμεταβάλλεται. δηλοῖ δὲ καὶ τὸ μέγεθος, ἐφ' οὗ ἡ κύλισις γίνεται, ἐπ' εὐθείας τεταμένον ὑπάρχον· ὥστε κατ' εὐθεῖαν τὰ κυλιόμενα κινεῖται· ὥστε καὶ ἡ κύλισις εὐθυφορία ἐστὶν τῷ τρόπῳ μόνον τῆς κινήσεως διαφέρουσα, ὥσπερ καὶ τὰ διὰ σκελῶν βαδίζοντα τῷ τρόπῳ μόνον διαφέρει τῶν ἑρπόντων ἢ συρομένων· ἀμέλει γοῦν οὐδὲν τῶν κατὰ φύσιν κυκλοφορουμένων κυλίεται. ὥστε, εἰ τὸ φθαρτὸν σῶμα κατ' εὐθεῖαν κινεῖται, τῇ δὲ τοῦ ἀγενήτου καὶ ἀφθάρτου σώματος ὥς φασι κινήσει τὸ φθαρτὸν κινεῖται, ἀδύνατον ἄρα κύκλῳ κινούμενον ἐκεῖνο οὕτως κατ' εὐθεῖαν κινεῖν τὸ φθαρτὸν σῶμα· οὐ γὰρ ὅλον μεταβαίνει τὸν τόπον τὸ κύκλῳ κινούμενον. καὶ ἐπειδὴ οὐ μόνον καθ' ὅλον αὐτὸ τὸ φθαρτὸν κινεῖται σῶμα ἀλλὰ καὶ κατὰ μέρη, ὡς ὅταν χεῖρά τις κινῇ μόνην ἢ δάκτυλον μόνον ἢ πόδα ἢ κεφαλήν, λεγέτωσαν οἱ σοφοί, τίς ὁ τρόπος τῆς τοῦ μέρους κινήσεως· εἰ γὰρ κύκλῳ κινούμενον τὸ ἀίδιον σῶμα τῇ ἑαυτοῦ κινήσει ὅλον κινεῖ τὸ φθαρτὸν σῶμα, τίς ὁ λόγος τῆς τοῦ μέρους κινήσεως; οὐ γὰρ κατὰ τὴν αὐτὴν αἰτίαν τό τε ὅλον κινεῖται καὶ τὸ μέρος· εὔλογον δὲ φαίνεται καὶ ἀναγκαῖον, ὥσπερ ἡ τοῦ ὅλου κυκλοφορία τὸ ὅλον κινεῖ, οὕτω δήπου μέρος τι τοῦ ἀιδίου κινούμενον μέρος τι τοῦ φθαρτοῦ κινεῖν· ἀλλ' ἀδύνατον μέρος τι καθ' αὑτὸ τῶν κύκλῳ κινουμένων χωρὶς τοῦ ὅλου κινεῖσθαι· πόθεν οὖν τὰ μέρη τοῦ φθαρτοῦ κινεῖται σώματος; οὐ γὰρ οἷόν τε τῇ τοῦ ὅλου κινήσει τὸ μέρος τοῦ φθαρτοῦ κινεῖσθαι· εἰ γὰρ τῇ τοῦ ἀιδίου ὅλου κινήσει οἱονεὶ ὠθούμενον τὸ φθαρτὸν σῶμα κινεῖται, συνεχὲς δέ ἐστιν αὐτὸ ἑαυτῷ τὸ φθαρτόν, ἀνάγκη πᾶσα ἅμα τῇ