Ancient Greek · ~6 min
Page 287
Joannes Philoponus Phil., De aeternitate mundi 287
Not analysed yet
κʹ. Εἰ δὲ τῆς αὐτῆς τοῖς οὐρανίοις εἰσὶν οὐσίας, καὶ οὕτως φθαρτὰ ἔσται διὰ τὸ αὐτὰ ἀπεσπάσθαι τῆς οἰκείας ὁλότητος· ἐπεὶ καὶ τὰς τῶν στοιχείων ὁλότητας ἀιδίους εἶναι Ἑλλήνων ὑποτίθενται παῖδες, ἀλλ' ὅμως τὰ τούτων ἀποσπώμενα μέρη καὶ γενέσεως καὶ φθορᾶς ἐν χρόνῳ τετύχηκεν· ὥστε, εἰ καὶ ὁ οὐρανὸς ἀίδιος ἦν, τὰ τούτου ἀπεσπασμένα μόρια οὐκ ἂν εἶεν ἀίδια. ἄλλως τε εἰ τῆς αὐτῆς εἴη τοῖς οὐρανίοις οὐσίας ἐκεῖνα τὰ σώματα, δηλονότι κυκλοφορητικὰ ἂν εἴη· τοιαῦτα γὰρ τὰ οὐράνια πάντα σώματα. εἰ δὲ τοῦτο, σφαιροειδῆ κατὰ φύσιν ἔσται ἐξ ἀνάγκης· οὐ γὰρ οἷόν τέ ἐστιν τὰ μὴ σφαιρικὰ κύκλῳ κινεῖσθαι κατὰ φύσιν. εἰ δὲ σφαιρικά ἐστιν, ἐν τοῖς φθαρτοῖς γινόμενα σώμασιν ἢ φυλάττει τὸ φυσικὸν σχῆμα πάντως ἢ οὐ φυλάττει. εἰ μὲν οὖν μὴ φυλάττῃ, εἰς τὸ παρὰ φύσιν σχῆμα πάντως ἐξέπεσεν· πῶς οὖν ἔτι ἀίδια; οὐδὲν γὰρ τῶν νομιζομένων ἀιδίων εἶναι σωμάτων, λέγω δὴ τῶν οὐρανίων, ἕως ἂν ᾖ, τὸ κατὰ φύσιν μεταβάλλει σχῆμα. εἰ δὲ φυλάττει, ἐπειδὴ δέδεικται, ὡς ἀδύνατον σῶμα χωρεῖν διὰ σώματος, ἀνάγκη πάντως κενήν τινα χώραν ἐν τῷ φθαρτῷ σώματι σφαιροειδῆ ἀναπλάττεσθαι τὴν ὑποδεχομένην ἐκεῖνο τὸ ἀίδιον σῶμα· ἀλλ' οὐδεμία ἔστιν ἐν ἡμῖν κενὴ χώρα φθαρτοῦ σώματος σφαιρικὸν τόπον ἔχουσα, ἀλλ' οὐδ' ὅλως ἔστιν τις ἐν ἡμῖν κενὴ χώρα στερεοῦ σώματος, σαρκῶν εἰ τύχοι ἢ ὀστέων ἢ αἵματος, ἥτις οὐκ ἀέρος πάντως ἢ πνεύματος πεπλήρωται· ὥστε πάλιν ἀνάγκη σῶμα χωρεῖν διὰ σώματος. καὶ περὶ τῆς