Ancient Greek · ~5 min
Page 286
Joannes Philoponus Phil., De aeternitate mundi 286
Not analysed yet
λης ἀπέδειξεν, ὡς ἐκλειπούσης αἰσθήσεως καὶ ἐπιστήμην ἐκλείπειν ἀνάγκη· ὁ γοῦν ἐκ γενετῆς τοῦ ἀκουστικοῦ κριτηρίου ἐστερημένος οὗτος καὶ τῆς κατὰ τὰς ἁρμονίας ἐπιστήμης ἐστέρηται· ὁμοίως ὁ τῶν ὄψεων ἀπὸ γενέσεως ἐστερημένος οὗτος καὶ τῆς ἐν τοῖς χρώμασιν ἐπιστήμης ἐκπέπτωκεν. εἰ τοίνυν μηδεμία πώποτε δι' αἰσθήσεως τῶν σωμάτων ἐκείνων ἀντίληψις γέγονεν οὐ κεχωρισμένων ὄντων ἀλλ' ἐν τοῖς θνητοῖς σώμασιν συμπεπλεγμένων, ὥς φασιν, καὶ θιγγανόντων αὐτῶν, ἀνάγκη πᾶσα μηδὲ ἐπιστήμην αὐτῶν εἶναι. πόθεν οὖν δεικνύειν <ἔχει> τις, ὡς ἔστιν τοιαύτη τις σωμάτων φύσις ἑτέρα παρὰ τὰ συνεγνωσμένα ἡμῖν σώματα, εἰ μήτε δι' αἰσθήσεως τὴν γνῶσιν αὐτῶν ἔσχον μήτε δι' ἐπιστήμης, ἐπεὶ μηδὲ δι' αἰσθήσεως; οὐ γὰρ ἄνευ αἰσθήσεως ἡ τῶν σωμάτων ἐπιστήμη γίνεται. οὐκ ἄρα ἑτέρας εἶναι φύσεως ἐνδέχεται ἐκεῖνα τὰ σώματα παρὰ τὰ συνεγνωσμένα ἡμῖν δʹ καὶ τὸ οὐράνιον. θιʹ. Εἰ δὲ μὴ ἄλλης εἰσὶν φύσεως, ἢ τῆς αὐτῆς εἰσιν τοῖς τέτρασι πάντως ἢ τῆς τῶν οὐρανίων. ἀλλ' εἰ μὲν ἢ ἐξ ἑνός εἰσιν τῶν τεσσάρων ἢ καὶ σύνθετα ἐκ τούτων, φθαρτὰ πάντως εἰσὶν ἐξ ἀνάγκης· πᾶν γὰρ σῶμα τῆς τῶν δʹ ὁλότητος ἀπεσπασμένον, εἴτε ἁπλοῦν εἴη εἴτε σύνθετον, φθαρτόν ἐστιν πάντως· οὐδὲν γὰρ τῶν μερικῶν ἀίδιον· ὥστε κἀκεῖνα γενητὰ ἔσται καὶ φθαρτὰ ἐξ ἀνάγκης. οὐκ ἄρα οὐδὲ ἀιδίως αὐτὰ τῶν ψυχῶν ἐξηρτῆσθαι ἐνδέχεται. εἴπερ ἄρα ἀίδιά εἰσιν ἐκεῖνα τὰ σώματα, ἀδύνατον αὐτὰ τῆς τῶν στοιχείων εἶναι φύσεως.