Ancient Greek · ~5 min
Page 294
Joannes Philoponus Phil., De aeternitate mundi 294
Not analysed yet
Πρόκλου διαδόχου λόγος ηʹ. "Ὄγδοος· εἰ πᾶν τὸ φθειρόμενον ἔκ τινος ἀλλοτρίου προσβάλλοντος <ἔξωθεν> φθείρεται καὶ εἴς τι ἀλλότριον, μηδὲν δὲ ἔξω τοῦ παντός ἐστιν μηδὲ ἀλλότριον ἀλλὰ πάντα περιείληφεν ὅλον ἐξ ὅλων καὶ τέλειον ἐκ τελείων γινόμενον, οὔτ' ἂν ἀλλότριόν τι εἴη τοῦ παντὸς οὔτ' ἂν φθείροιτο εἰς ἀλλότριον ἢ ὑπὸ ἀλλοτρίου γινόμενον. ὥστ' ἄφθαρτόν ἐστιν. διὰ δὲ τὸ αὐτὸ τοῦτο καὶ ἀγένητον· πᾶν γὰρ τὸ γενητὸν ἔκ τινος γίνεται πρότερον ἀλλοτρίου ὄντος. ὥστε εἴη ἄν τι τῷ παντὶ ἀλλότριον. τοῦτο δὲ ἔξω τοῦ γινομένου. τοῦ ἄρα παντὸς ἔσται τι ἔξω, πρὶν γένηται τὸ πᾶν, ἀλλότριον <ὂν> τοῦ παντός. εἰ δὲ τοῦτο, εἴη ἂν ἐναντίον τι τῷ παντί, ἐξ οὗ γέγονεν. ἀλλὰ μὴν τὰ ἐναντία ἐξ ἀλλήλων τέ ἐστιν καὶ εἰς ἄλληλα μεταβάλλει καὶ εἰσὶν αὐτῶν δύο ὁδοὶ μεταξὺ δυοῖν ὄντοιν, ὡς ἐν Φαίδωνι κατεσκεύασται διὰ πλειόνων, ἀποδιδόναι θατέρῳ τῶν ἐναντίων τὸ λοιπὸν καὶ μὴ εἶναι χωλὴν τὴν φύσιν. ὅτι μὲν οὖν ἀντίκειται τὸ ἄτακτον καὶ τὸ τεταγμένον, δῆλον. ἀλλ' εἰ μὲν ὡς στέρησις καὶ ἕξις, μεταβάλλει δὲ ἀπὸ στερήσεως εἰς τὴν ἕξιν, πολλῷ μᾶλλον μεταβάλλει καὶ ἀπὸ τῆς ἕξεως εἰς τὴν στέρησιν· ἀδυνατώτερον γὰρ ἐκεῖνο, διότι στέρησίς