Ancient Greek · ~5 min
Page 295
Joannes Philoponus Phil., De aeternitate mundi 295
Not analysed yet
ἐστιν, αἱ δὲ στερήσεις εἰς ἕξιν ἀμετάβλητοι. εἰ οὖν ἐκεῖνο ἀδυνατώτερον γενέσθαι γέγονεν, πολλῷ μᾶλλον τὸ δυνατώτερον ἔσται καὶ μεταβάλλει τὸ τεταγμένον εἰς τὸ ἄτακτον καὶ ἔσται κατὰ φύσιν τοῦτο καὶ κατὰ τὴν τοῦ θεοῦ βούλησιν· ὁ γὰρ τὸ ἀδυνατώτερον ποιήσας μᾶλλον ποιήσει τὸ δυνατώτερον. εἰ δ' ἐναντία ταῦτ' ἔστιν κατὰ τὸν τῶν ἐναντίων νόμον, μεταβάλλει ἄρα καὶ τὸ πᾶν εἰς τὸ ἐναντίον, ἐξ οὗ γέγονεν. ἀλλὰ μὴν ἄφθαρτον δέδεικται τὸ πᾶν. οὐκ ἄρα μεταβάλλει εἰς ἐναντίον τι. ὥστε οὐδὲ γέγονεν. ὥστ' ἀίδιον τὸ πᾶν· οὐ γὰρ ἐνδέχεται δυοῖν ἐναντίοιν ὄντοιν ἐκ μὲν τοῦ ἑτέρου ὁδὸν εἰς θάτερον εἶναι, ἐκ δὲ τοῦ ἑτέρου εἰς θάτερον μὴ εἶναι, οὐδὲ στερήσεως καὶ ἕξεως ἐκ μὲν τῆς στερήσεως εἰς τὴν ἕξιν <εἶναι>, ἐκ δὲ τῆς ἕξεως εἰς τὴν στέρησιν μὴ εἶναι· οὐ γὰρ ἔστιν ἐπί τινων ὁδὸς ἀπὸ στερήσεως εἰς ἕξιν, τοῖς δ' ἐναντίοις ἔστιν εἰς ἄλληλα, καθάπερ ὁ ἐν Φαίδωνι λέγει Σωκράτης. ὥστ' ἢ οὐκ ἔστιν ἄφθαρτον τὸ πᾶν ἢ πολλῷ μᾶλλον ἀγένητον ἢ ἄφθαρτον, εἴτ' ἐναντίον τὸ ἄτακτον καὶ τὸ τεταγμένον εἴτε τοῦ τεταγμένου τὸ ἄτακτον στέρησις." Κεφάλαια τῆς λύσεως τοῦ ηʹ λόγου. αʹ. Ὅτι ἐξ αὐτῶν τῶν τῷ Πρόκλῳ δοκούντων καὶ ἀλλαχοῦ τὸ καὶ ἐνταῦθα ὡμολογημένον δείκνυται, ὡς ψεῦδός ἐστιν τὸ ‘πᾶν τὸ φθειρόμενον ἔκ τινος ἀλλο-