Ancient Greek
Page 297
Joannes Philoponus Phil., De aeternitate mundi 297
Not analysed yet
φθείρεται, ἐξ οὗ συνήγαγεν, ὡς οὐκ ἂν φθαρείη ὁ κόσμος διὰ τὸ μηδὲν μήτε ἔξωθεν εἶναι τοῦ παντὸς μήτε ἀλλότριον) οὐκ ἀλλαχόθεν ἐλέγξομεν ἢ ἐκ τῶν αὐτῷ τῷ Πρόκλῳ μετὰ τῆς ἀληθείας προωμολογημένων. παραθήσομαι δὲ ταῦτα τοῦ Πρόκλου τὰ ῥήματα, ἅπερ καὶ ἐν τῷ ἕκτῳ τῶν κεφαλαίων παρέθηκα· Πλάτωνος γὰρ ἅπαν τὸ αἰσθητὸν γινόμενον εἶναι καὶ ἀπολλύμενον ἀποφηναμένου καὶ πρὸς τοῦτο τοῦ Ἀριστοτέλους ἐνστάντος, ὡς οὐκ ἀληθὲς εἴη (τὸν γὰρ οὐρανὸν καὶ τὸν ὅλον κόσμον αἰσθητὸν ὄντα μήτε γενέσθαι μήτε ἀπόλλυσθαι), τῇ Πλάτωνος ὁ Πρόκλος παριστάμενος δόξῃ μετὰ πλειόνων ἄλλων καὶ τῶν αὐτῷ τῷ Ἀριστοτέλει δοκούντων ταύτην συνίστησιν. δοκεῖ δὲ Ἀριστοτέλει τὸ μηδὲν σῶμα δύναμιν ἔχειν ἄπειρον, ἀλλὰ πᾶν ὑπὸ πεπερασμένης διοικεῖσθαι δυνάμεως. ἐξ οὗ συνάγει ὁ Πρόκλος, ὡς πᾶν σῶμα τῷ οἰκείῳ τῆς φύσεως λόγῳ γινόμενόν ἐστιν καὶ ἀπολλύμενον διὰ τὸ τὴν πεπερασμένην δύναμιν φθαρτὴν εἶναι ἐξ ἀνάγκης. ἔχει δὲ τὰ Πρόκλου ἐπὶ λέξεως ὧδε. Πρόκλου ἐκ τοῦ λόγου, ὃς ἐπιγέγραπται ‘ἐπίσκεψις τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον ὑπ' Ἀριστοτέλους ἀντειρημένων’. ‘Τοῦτο τοίνυν μόνον δεῖ λαβεῖν, εἰ καὶ τὸ οὐράνιον σῶμα δεῖ γινόμενον ὀνομάζειν καὶ τὸν ὅλον κόσμον ὡσαύτως. πῶς δὲ οὐ δεῖ καὶ ἐξ ὧν αὐτὸς δίδωσιν ἡμῖν οὑτωσὶ λέγειν; οὐδὲν γάρ φησιν σῶμα