Ancient Greek
Page 298
Joannes Philoponus Phil., De aeternitate mundi 298
Not analysed yet
πεπερασμένον δύναμιν ἄπειρον ἔχει, καὶ δέδειχεν ἐν ὀγδόῳ τοῦτο τῆς φυσικῆς ἀκροάσεως. εἰ οὖν ὁ κόσμος πεπέρασται (καὶ γὰρ τοῦτο δέδειχεν αὐτός), ἀνάγκη μὴ ἔχειν αὐτὸν δύναμιν ἄπειρον. ἀλλὰ μὴν δεδείχαμεν, ὅτι ὁ αἰὼν ἄπειρός ἐστιν δύναμις, ἐν τοῖς ἔμπροσθεν λόγοις. οὐκ ἄρα ὁ κόσμος αἰώνιον ἔχει τὴν ὑπόστασιν μὴ ἔχων τὴν ἄπειρον δύναμιν. εἰ δὲ μὴ ἔχῃ τὴν ὑπόστασιν αἰώνιον (τὸ γὰρ τοιοῦτον αἰῶνος μετέχει, τὸ δὲ μετέχον αἰῶνος ἀπείρου δυνάμεως μετέχει), ἀνάγκη μὴ εἶναι τὸν κόσμον ἀεί· τὸ γὰρ ἀεὶ εἶναι καὶ αὐτὸς ἴδιον εἶναί φησιν τοῦ αἰῶνος ἀπὸ τούτου λέγων τὴν ἐπωνυμίαν εἰληφέναι τὸν αἰῶνα’. οὕτω δείξας ὁ Πρόκλος, ὅτι καὶ κατὰ τὰ Ἀριστοτέλει δοκοῦντα οὐ τῶν ἀεὶ ὄντων ὁ κόσμος, δείκνυσι ἐφεξῆς, ὅτι τὸ ἀεὶ εἶναι αὐτῷ ἑτέρωθεν καὶ οὐκ ἐκ τῆς οἰκείας ὑπάρχει φύσεως· φησὶν γὰρ οὕτως ‘οὐδὲ γάρ, ὅπερ ἐπὶ τοῦ ἀεὶ ὄντος ἀληθές, τοῦτο καὶ ἐπὶ τοῦ ἀεὶ γινομένου, τὸ ὑπάρχειν αὐτῷ δύναμιν ἄπειρον διὰ τὸ ἀεὶ γίνεσθαι, ὡς ἐκείνῳ διὰ τὸ ἀεὶ εἶναι· ἀλλὰ τῷ ποιοῦντι τοῦτο, διὸ καὶ τοῦτο ἀεὶ γίνεται προσκτώμενον ἀεὶ τὸ εἶναι διὰ τὸ καθ' ὕπαρξιν ἀεὶ ὂν καὶ ὅσον ἐφ' ἑαυτῷ τὸ ἀεί οὐκ ἔχον. ὥστε ὁ τοῦ γινομένου ὁρισμὸς ἐφαρμόζοι ἂν καὶ τῷ κόσμῳ’· καὶ μετ' ὀλίγα ‘πᾶν ἄρα τὸ γινόμενον αὐτὸ μὲν καθ'