Ancient Greek
Page 300
Joannes Philoponus Phil., De aeternitate mundi 300
Not analysed yet
ἡ δὲ δύναμις δηλονότι ἄπειρον· ἡ γὰρ πεπερασμένη φθείρεται πᾶσα’. Εἰ οὖν διὰ τὸ μὴ μετέχειν τὸν κόσμον ἀπείρου δυνάμεως σῶμα ὄντα, τὴν δὲ πεπερασμένην δύναμιν ἅπασαν φθαρτὴν εἶναι τοῦ φθείρεσθαι αὐτῇ δι' ἀσθένειαν ἐπιγινομένου (ἀσθενὴς γάρ, εἰ μὴ ἄπειρος) διὰ τοῦτο τὸν κόσμον ἀνάγκη ἀπολλύμενόν τε καὶ φθαρτὸν εἶναι καὶ μὴ ἀεὶ ὑπάρχειν καὶ τοῦτο αὐτῷ ἀπὸ τῆς ἰδίας αὐτοῦ φύσεως πρόσεστιν, τὸ δὲ ἀεὶ εἶναι ἐκ τῆς τοῦ ὄντος μεθέξεως αὐτῷ ἐπιγίνεται ἐπικτήτου τῆς ἀθανασίας αὐτῷ γινομένης, εἰ ταῦθ' οὕτως ἔχει καὶ Πλάτωνί τε καὶ Πρόκλῳ δοκεῖ, πῶς ἔτι ἂν εἴη ἀληθὲς τὸ πᾶν τὸ φθειρόμενον ἔκ τινος ἔξωθεν ἀλλοτρίου προσβάλλοντος φθείρεσθαι; εἰ γὰρ καὶ μηδὲν εἴη τὸ προσβάλλον καὶ φθεῖρον τὸν κόσμον, αὐτὸ τὸ τῆς δυνάμεως πεπερασμένον ἐξασθενοῦν δι' αὐτὸ τὸ πεπεράνθαι φθορᾶς αἴτιον τῷ παντὶ γίνεται· εἰ γὰρ μὴ φθείρεται ὁ κόσμος καὶ τοῦτό τις αὐτοῖς συγχωρήσειεν, οὐ διὰ τὸ μηδὲν ἔξωθεν ἀλλότριον αὐτοῦ εἶναι οὐ φθείρεται ἀλλὰ διὰ τὸ τὴν ἀσθένειαν αὐτῷ ἐκ τοῦ ἀεὶ ὄντος ἐπιγίνεσθαι. εἰ οὖν καλῶς τῷ Πρόκλῳ δοκεῖ μηδὲν εἶναι ἄτοπον δι' ἐπινοίας τὰ συνημμένα χωρίζειν, ἵνα κατίδωμεν, τί ποτε ἐκ θατέρου θατέρῳ πάρεστιν, καὶ κατιδόντες νοήσωμεν, τί μὲν ἀπὸ τῆς αὑτοῦ φύσεως ἔχει τὸ χεῖρον, τί δὲ ἀπὸ τῆς πρὸς τὸ κρεῖττον συντάξεως, χωριζέσθω κατ' ἐπίνοιαν ἡ ἐπιγινομένη τῷ κόσμῳ παρὰ τοῦ ἀεὶ ὄντος