Ancient Greek · ~6 min
Page 301
Joannes Philoponus Phil., De aeternitate mundi 301
Not analysed yet
ἀθανασία καὶ αὐτό γε τὸ ταύτην αὐτῷ χορηγοῦν· τούτου οὖν γενομένου πότερον φθαρήσεται ὁ κόσμος διὰ τὴν ἀσθένειαν τῆς οἰκείας δυνάμεως πεπερασμένης οὔσης ἢ οὐ φθαρήσεται διὰ τὸ μηδὲν εἶναι αὐτοῦ ἀλλότριον ἔξωθεν; εἰ μὲν οὖν τὸ δεύτερον εἴη ἀληθές, οὐκέτι τὸ ἀεὶ εἶναι αὐτῷ παρὰ τοῦ ἀεὶ ὄντος ἐπίκτητον πρόσεστιν· τοῦ γοῦν ἀεὶ ὄντος κατ' ἐπίνοιαν χωρισθέντος οὐδὲν ἧττον ἄφθαρτος ὁ κόσμος ἐστὶν ὅσον ἐπὶ τῇ τοῦ Πρόκλου ὑποθέσει διὰ τὸ μηδὲν ἔχειν ἔξωθεν φθεῖρον· ἄφθαρτος δὲ ὢν ἀεί ἐστιν· ἔτι δὲ οὐδ' ἡ πεπερασμένη δύναμις φθαρτὴ ἔσται, εἰ πεπερασμένη μὲν ἡ τοῦ κόσμου δύναμις, ἄφθαρτος δ' ὅμως ἐστὶν διὰ τὸ μηδὲν αὐτοῦ ἔξωθεν εἶναι. εἰ δὲ ἀληθὲς τὸ τὴν πεπερασμένην δύναμιν φθαρτὴν εἶναι, τὸ ἕτερον ψεῦδος ἐξ ἀνάγκης, λέγω δὴ τὸ μὴ φθείρεσθαι τὸν κόσμον διὰ τὸ μηδὲν αὐτῷ προσβάλλειν ἀλλότριον ἔξωθεν, εἴπερ μηδενὸς ὄντος ἔξωθεν τοῦ κόσμου χωρισθέντος δὲ αὐτοῦ τοῦ ἀεὶ ὄντος φθείρεσθαι αὐτὸν ἀνάγκη διὰ τὸ πεπερασμένον τῆς ἰδίας δυνάμεως· ὥστ' οὐκ ἀληθὲς τὸ πᾶν τὸ φθειρόμενον ὑπό τινος ἀλλοτρίου προσβάλλοντος ἔξωθεν φθείρεσθαι. ἔτι εἰ τὸ μὴ φθείρεσθαι τὸν κόσμον διὰ τὸ μηδὲν αὐτῷ προσβάλλειν ἀλλότριον ἔξωθεν ὑπῆρχεν ὅλον ἐξ ὅλων καὶ τέλειον ἐκ τελείων γενόμενον καὶ πάντα ἐν αὑτῷ περιέχοντα, δηλονότι ἐξ αὐτῆς αὐτοῦ τῆς φύσεως τὸ ἄφθαρτον αὐτῷ πρόσεστιν· πάντα γὰρ ἐν ἑαυτῷ περιέχων οὐδὲν τῶν φθοροποιῶν αἰτίων ἔξωθεν ἀπολέλοιπεν· μηδενὸς οὖν ὄντος τοῦ φθείρειν αὐτὸν δυναμένου οὐδ' ἂν αὐτὸς φθαρῆναι δυνήσεται· ὃ δὲ