Ancient Greek · ~5 min
Page 302
Joannes Philoponus Phil., De aeternitate mundi 302
Not analysed yet
ἀδυνάτως ἔχει φθαρῆναι διὰ τὸ μηδὲν εἶναι τῶν φθείρειν αὐτὸ δυναμένων, τοῦτο φύσει ἐστὶν ἄφθαρτον· ὥστε φύσει ἄφθαρτον ὁ κόσμος. πάλιν δ' αὖ, εἰ πεπερασμένης ἐστὶν κατὰ φύσιν δυνάμεως ὁ κόσμος διὰ τὸ σῶμα εἶναι, ἡ δὲ πεπερασμένη δύναμις φθαρτή, φθαρτὸς ἂν εἴη κατὰ φύσιν ὁ κόσμος· ὁ αὐτὸς ἄρα καὶ φθαρτὸς ἔσται κατὰ φύσιν διὰ τὸ πεπερασμένης εἶναι δυνάμεως καὶ ἄφθαρτος κατὰ φύσιν διὰ τὸ μηδὲν ἔχειν ἀλλότριον ἔξωθεν τὸ προσβάλλον αὐτῷ καὶ φθεῖρον· εἰ οὖν συναληθεύειν ἀδύνατον τὴν ἀντίφασιν καὶ ἔστιν ἀληθὲς τὸ πεπερασμένης εἶναι δυνάμεως τὸν κόσμον, φθαρτὸς ἄρα ἔσται κατὰ φύσιν· εἰ δὲ φθαρτός ἐστιν κατὰ φύσιν, ψεῦδος ἔσται τὸ εἶναι αὐτὸν κατὰ φύσιν ἄφθαρτον· ἄφθαρτος δὲ κατὰ φύσιν ὑπῆρχεν ἄν, εἰ πᾶν τὸ φθειρόμενον ἔξωθεν ὑπό τινος ἀλλοτρίου προσβάλλοντος ἐφθείρετο· εἰ οὖν μήτε ἄφθαρτός ἐστιν κατὰ φύσιν μήτε ἔστιν τι αὐτοῦ ἀλλότριον τῶν φθείρειν αὐτὸν δυναμένων πάντα ἐν ἑαυτῷ περιέχοντα, φθαρτὸς ἄρα οὐχ ὑπὸ τῶν ἔξωθεν αἰώνων φθαρήσεται· οὐκ ἄρα ἀληθὲς τὸ πᾶν τὸ φθειρόμενον ὑπό τινος ἀλλοτρίου προσβάλλοντος ἔξωθεν φθείρεσθαι. ἔτι ἐν τῷ ἐφεξῆς ἐνάτῳ τῆς ὅλης πραγματείας ἐπιχειρήματι εὐθὺς ἐν ἀρχῇ φησιν ὁ Πρόκλος ὡς πᾶν τὸ φθειρόμενον ὑπὸ τῆς ἑαυτοῦ κακίας φθείρεσθαι· τίς δ' ἂν εἴη ἡ ἑκάστου τῶν φθειρομένων κακία ἢ ἡ ἐπὶ τὸ παρὰ φύσιν ἑκάστου