Ancient Greek · ~5 min
Page 304
Joannes Philoponus Phil., De aeternitate mundi 304
Not analysed yet
τοῦ Πλάτωνος οὐ κατὰ φύσιν ἄφθαρτον εἶναι τὸν κόσμον ἀποφηναμένου ἀλλὰ διὰ τὴν τοῦ δημιουργοῦ βούλησιν, φύσει δὲ γινόμενόν τε εἶναι καὶ ἀπολλύμενον τιθεμένου, οὐκέτ' ἂν συνάγοιτο τὸ ἀγένητον εἶναι τὸν κόσμον κατὰ Πλάτωνα· οὐ γὰρ τῷ ἐπίκτητον ἔχοντι τὴν ἀφθαρσίαν ἕπεται τὸ ἀγένητον ἀλλ', εἴπερ ἄρα, τῷ κατὰ φύσιν ἀφθάρτῳ, ὡς καὶ ἐν τῷ ἕκτῳ ἐδείξαμεν. εἰ οὖν φθαρτὸς τῷ λόγῳ φύσεως ὁ κόσμος, καὶ γενητὸς ἐξ ἀνάγκης. βʹ. Ἀλλὰ ‘πᾶν τὸ γενητόν’, φησίν, ‘ἔκ τινος γίνεται πρότερον ἀλλοτρίου ὄντος. ὥστε εἴη ἄν τι τῷ παντὶ ἀλλότριον. τοῦτο δὲ ἔξω τοῦ γενομένου. τοῦ ἄρα παντὸς ἔσται τι ἔξω, πρὶν γένηται τὸ πᾶν, ἀλλότριον ὂν τοῦ παντός’. εἰ καὶ ἀληθὲς εἶναι συγχωρήσωμεν πᾶν τὸ γενητὸν ἔκ τινος γενέσθαι πρότερον ἀλλοτρίου ὄντος καὶ εἶναί τι τοῦ παντὸς πρὶν γενέσθαι ἔξω τε καὶ ἀλλότριον, ἐξ οὗ γέγονεν, τοῦτο τῇ Πλάτωνος μάχεται δόξῃ τῇ λεγούσῃ μηδὲν εἶναι τοῦ κόσμου ἔξω, ἣν—ὡς μαχόμενον ἀποβαλόντες τὸ μὴ γίνεσθαι κατὰ Πλάτωνα τὸν κόσμον—δεξώμεθα· τοῦ γὰρ ἤδη συστάντος κόσμου οὐδὲν εἶναι ἔξω φησὶν οὐδὲ ἀλλότριον ὁ Πλάτων, τοῦτο δέ, ὅπερ συγκεχωρήκαμεν πρὶν γενέσθαι τὸν κόσμον ἀλλότριον αὐτοῦ εἶναι, εἴτε εἰδοπεποιημένον εἴη εἴτε ἀνείδεόν τε καὶ ὕλη, γενομένου λοιπὸν τοῦ κόσμου οὐκέτι οὔτε ἀλλότριόν ἐστιν αὐτοῦ οὔτε ἔξω· εἰ μὲν γὰρ εἰδοπεποιη-