Ancient Greek
Page 305
Joannes Philoponus Phil., De aeternitate mundi 305
Not analysed yet
μένον εἴη, ἀποβάλλον μὲν τὸ πρότερον εἶδος, τὸ δὲ ἴδιον ὑποκείμενον ὕλην τῷ γενομένῳ κόσμῳ χορηγοῦν, οὔτε κατὰ τὸ ὑποκείμενον λοιπὸν τῷ συστάντι κόσμῳ ἐστὶν ἀλλότριον (οὐδενὸς γὰρ ἡ ἰδία ὕλη ἀλλότριον, ἐξ ἧς τὸ εἶναι ἔχει) οὔτε κατὰ τὸ πρότερον εἶδος τὸ ἤδη φθαρὲν καὶ εἰς τὸ μὴ ὂν ἀναλῦσαν. οἷον ἔστω τις χαλκοῦς ἵππος καὶ οὗτος μεταχωνευθεὶς ἀνδριὰς γενέσθω· τὸ μὲν οὖν τοῦ ἵππου εἶδος ἀλλότριον δήπουθεν τῷ κατ' ἐπίνοιαν γενησομένῳ ἀνδριάντι, ἀλλ' ἐπειδὰν χωνευθεὶς ὁ ἵππος ἀνδριὰς γένηται εἰς τὸ μὴ ὂν τοῦ ἱππείου φθαρέντος σχήματος, οὐκέτ' ἂν εἴη τῷ γενομένῳ τὸ μὴ ὂν ἀλλότριον· ἀλλ' οὐδὲ ἡ τοῦ ἵππου ὕλη ὁ χαλκὸς ὑποκείμενον τῷ ἀνδριάντι γενόμενος ἀλλότριός ἐστιν αὐτοῦ, στοιχεῖον δὲ μᾶλλον. οὕτως οὖν καί, εἴ τι πρότερον ἦν εἰδοπεποιημένον, ἐξ οὗ μεταβάλλοντος ὁ κόσμος γέγονεν, οὐκ ἂν ἔτι τὸ φθαρὲν καὶ μηκέτι ὂν εἶδος τοῦ ὑφεστῶτος κόσμου ἀλλότριον λέγοιτ' ἄν· τὸ γὰρ ἤδη μὴ ὂν καὶ οὐδὲν πῶς ἂν ἢ ἔξω τινὸς εἶναι λέγοιτ' ἂν ἢ ἀλλότριον; τὸ γὰρ ἔξω τινὸς ὂν ἢ ἀλλότριον αὐτοῦ ὄντος δηλονότι καὶ ὂν αὐτὸ ἔξω τέ ἐστιν καὶ ἀλλότριον. εἰ δὲ ἀνείδεον εἴη καὶ ὕλη τό, ἐξ οὗ γέγονεν ὁ κόσμος, ἥκιστα ἂν μᾶλλον λεχθείη τοῦ κόσμου ἀλλότριον μέρος αὐτοῦ ὑπάρχον ἢ στοιχεῖον. ὁ δὲ Πλάτων μηδὲν εἶναι λέγων τοῦ παντὸς ἔξω μηδὲ ἀλλότριον τὸ μηδὲν σῶμα αὐτοῦ ἔξωθεν ἀπολελεῖφθαί φησιν. πῶς δὲ καὶ οὐκ αὐτόθεν εὔηθες τὸ λέγειν, ὡς, εἰ ἐξ ἀλλοτρίου τινὸς