Ancient Greek
Page 317
Joannes Philoponus Phil., De aeternitate mundi 317
Not analysed yet
ειʹ. Ὅτι οὐ διὰ <τὸ> τὴν τελειότητα τῶν εἰδῶν ἀχρόνως ὑφίστασθαι διὰ τοῦτο ἀναιρετέον τὴν τῶν εἰδῶν γένεσιν. ϛιʹ. Ὅτι καὶ ἐν τοῖς ὑπὸ τέχνης καὶ ἐν τοῖς ὑπὸ φύσεως γινομένοις μόνου τοῦ εἴδους ἐστὶν καὶ οὐχὶ τῆς ὕλης ἡ γένεσις. ζιʹ. Ὅτι οὐκ ἔστιν τοῦ συνθέτου ἡ γένεσις ἀλλὰ τοῦ εἴδους κυρίως, κατὰ συμβεβηκὸς δὲ καὶ τοῦ συνθέτου. Λύσις τοῦ θʹ λόγου. αʹ. Τοῦ Πλάτωνος διαρρήδην οὑτωσὶ γεγονέναι τὸν κόσμον καὶ οὐκ ἀεὶ εἶναι λέγοντος, ὡς ἐν τοῖς ἔμπροσθεν πολλάκις δέδεικται, λίαν οἶμαι κακοῦργον καὶ σοφιστικῆς κακοτεχνίας οὐκ ἄμοιρον τὰ οὕτως ἐναργῶς λελεγμένα διακρουόμενον ἔκ τινων ἄλλων τοῦ Πλάτωνος ὑποθέσεων πείθειν βιάζεσθαι, ὡς οὐ γενητὸν εἶναι τὸν κόσμον ἀλλ' ἀγένητον ὁ Πλάτων ᾤετο· εἰ γὰρ καὶ κατὰ ἀλήθειαν ἦν τις ὑπόθεσις παρὰ Πλάτωνι ἑτέραν αὐτοῦ ἀπόφανσιν ἀπελέγχουσα, εὐγνώμονος ἦν ἀνδρὸς καὶ τῇ ἀληθείᾳ τὸ πλέον νέμοντος τῇ φαινομένῃ καλῶς ἔχειν τῶν ὑποθέσεων τιθέμενον τὴν ἑτέραν τὴν μαχομένην ὡς οὐκ ἀληθῆ παραπέμπεσθαι· οὐ γὰρ ἀνδρὸς οἶμαι φιλοσόφου οὐδὲ τοῖς Πλάτωνος πειθαρχοῦντος διδάγμασιν Σωκράτους μὲν ὀλίγον φροντίζειν τῆς δὲ ἀληθείας πολὺ μᾶλλον αὐτὸν