Ancient Greek · ~5 min
Page 316
Joannes Philoponus Phil., De aeternitate mundi 316
Not analysed yet
γινομένων τὸ ὅλον, εἴπερ γέγονεν, ἐκ μὴ ὄντων ἀνάγκη γίνεσθαι. αιʹ. Ὅτι οὐδὲν τῶν γινομένων ἐξ ὄντος γίνεται. ἐν ᾧ, ὅτι πάντων τῶν γινομένων καὶ φθειρομένων συνθέτων ὄντων ἐξ ὕλης καὶ εἴδους οὔτε τῆς ὕλης ἐστὶν γένεσις οὔτε τοῦ συναμφοτέρου ἀλλὰ μόνον τοῦ εἴδους, καὶ ὅτι πάντα τὰ ἔνυλα εἴδη φθειρόμενα οὔτε ὕλη γίνεται οὔτε εἰς ἕτερόν τι μεταβαίνει ὑποκείμενον οὔτε εἰς ἁπλούστερα ἀναλύεται οὔτε ἐπὶ ὁλότητά τινα ἰδίαν ἀνατρέχει οὔτε εἰς ἕτερον εἶδος μεταβάλλει οὔτε καθ' ἑαυτὸ ὑφίσταται οὔτε ἐπὶ τὸ δυνάμει παλινδρομεῖ, ἀλλ' εἴς τε τὸ μηδαμῶς ὂν φθειρόμενα ἀπόλλυται καὶ ἐκ τοῦ μηδαμῶς ὄντος ἴσχει τὴν γένεσιν. βιʹ. Συνηγορία, ὅτι τὰ ἔνυλα εἴδη οὔτε γίνεται οὔτε φθείρεται, ἀλλ' ἄνευ γενέσεως καὶ φθορᾶς ἢ εἰσὶν ἢ οὔκ εἰσιν. γιʹ. Ὅτι, εἰ καὶ συγχωρηθείη ἀληθὲς εἶναι τὸ ἄνευ γενέσεως καὶ φθορᾶς ἢ εἶναι ἢ μὴ εἶναι τὰ ἔνυλα εἴδη, αὐτὸ τοῦτο ἀπόδειξίς ἐστιν τοῦ καὶ τὸν κόσμον, εἴπερ γέγονεν, ἐκ μὴ ὄντων γεγονέναι καὶ οὐκ ἐξ ὄντων. καὶ ὅτι ἡ ὕλη εἴπερ γέγονεν, καὶ αὐτὴν ἐκ μὴ ὄντων γεγονέναι ἀνάγκη καὶ διὰ ταῦτα καὶ τὸ ἐξ ἀμφοῖν. ὥστε ἐκ τούτων συνάγεσθαι, ὡς πᾶν τὸ γινόμενον ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται. διʹ. Ὅτι οὐκ ἀληθές ἐστιν τὸ ἄνευ γενέσεως τὰ ἔνυλα εἴδη ὑφίστασθαι.