Ancient Greek · ~5 min
Page 319
Joannes Philoponus Phil., De aeternitate mundi 319
Not analysed yet
οὐ καλῶς ὡς ἔμοιγε φαίνεται πειρώμενος τὴν Ἀριστοτέλους πρὸς τοῦτο τὸ δόγμα ἔνστασιν. τρίτον τὴν ἑλκτικὴν δύναμιν οὐκ εἶναί φησιν ἐν τοῖς σώμασιν ὁ Πλάτων τῶν ἰατρῶν μονονουχὶ καὶ δι' αἰσθήσεως ταύτην ἡμῖν δεικνύντων ὑπάρχουσαν. τέταρτον τὴν μήτραν ζῷον εἶναι Πλάτων ὑπείληφεν, ὅπερ ὡς ἔστιν ψεῦδος, ἱκανῶς ἐν τῇ διαγνωστικῇ τῷ Γαληνῷ ἀποδέδεικται. ἀλλὰ δὴ καὶ τοῖς φυτοῖς αἰσθήσεως μετεῖναί φησιν, ὅπερ οὐδὲ Ἀριστοτέλει δοκεῖ οὔτε δεικνύειν ἡμῖν οἱ τὰ Πλάτωνος πρεσβεύοντες ἔχουσιν. καὶ εἴ γε μὴ ἔξω τοῦ προκειμένου ἐπίπτομεν, ἕκαστον ἂν τῶν εἰρημένων μετὰ τῶν Πρόκλου συνηγοριῶν ἐκθέμενος, εἰ μὴ φορτικὸν εἰπεῖν, οὐκ ἀληθῶς ἔχον ἀπέδειξα. γʹ. Καὶ ἐν ταῖς ἠθικαῖς δὲ συμβουλαῖς πολλὰ μὲν ἄν τις καὶ ἄλλα τοῦ ἀνδρὸς ἐπιλάβοιτο· ἀλλ' ἐπεὶ μὴ περὶ τούτου νῦν ἡμῖν ἐστιν τὸ προκείμενον, ἀλλ' ὥστε μόνον δεῖξαι, ὡς πολλαχοῦ τοῦ δέοντος ἥμαρτεν, ἑνός που ἢ δύο μνήμην ποιήσομαι. πῶς γὰρ οὐκ ἄν τις μέμψοιτο καὶ τῶν τυχόντων νοῦν ἔχων ταῖς ἐν τῇ πολιτείᾳ περὶ τῶν γάμων αὐτοῦ καὶ παιδοτροφιῶν διατάξεσι; τοὺς γὰρ τῆς πόλεως κελεύει φύλακας καὶ τὰς φυλακίδας, ἐν ὅσῳ μὲν ἐν ἀκμῇ τοῦ παιδοποιεῖν τυγχάνουσιν ὄντες, τοὺς ἀγαθοὺς μὲν ταῖς ἀγαθαῖς μίγνυσθαι, τοὺς ἐναντίους δὲ ταῖς ἐναντίαις· ἀλλὰ τὰ μὲν τῶν ἀγαθῶν ἀπογεννήματα τρέφειν ἀξιοῖ,