Ancient Greek · ~5 min
Page 320
Joannes Philoponus Phil., De aeternitate mundi 320
Not analysed yet
τὰ δὲ τῶν φαύλων καὶ εἴ τι τῶν ἀγαθῶν ἀνάπηρον γένοιτο ἐν ἀπορρήτῳ που κατακρύπτειν. ὅταν δὲ ἤδη τὸν τοῦ παιδοποιεῖν καιρὸν οἱ φύλακες ὑπεκδράμωσιν, ἐλευθέρως λοιπὸν συγγίνεσθαι συγχωρεῖ τούς τε ἄνδρας ᾗ ἂν θέλωσιν γυναικὶ καὶ τὰς γυναῖκας ὡσαύτως ὀλίγα ἄττα παραφυλαξάμενος καὶ τὸν τοῦ γήρως καιρόν, ἐν ᾧ μᾶλλον ἔδει τὸν σωφρονικώτερον μετιέναι βίον, εἰς ἀκολασίαν μονονουχὶ τοὺς τῆς ἰδίας πόλεως ἐκκαλεῖται φύλακας. καὶ τὸ δὴ χαλεπώτερον· εἴ τι συμβαίη τούτοις κύημα γενέσθαι, μάλιστα μὲν σπουδάζειν κελεύει μηδὲ εἰς φῶς αὐτὸ συγχωρεῖν ἐκβῆναι, ἀλλ' ἐν τῇ μήτρᾳ δηλονότι ἀτέλεστον φαρμάκοις τισὶν ἢ τοιαύταις ἀνάγκαις διαφθείρειν· οὐ γὰρ ἄλλως οἷόν τέ ἐστιν μὴ συγχωρεῖν ἐξ ἐπιτηδεύσεως ἡμετέρας εἰς φῶς προϊέναι τὰ ἔμβρυα. εἰ δέ τι καὶ βιασάμενον τὴν τῶν φθείρειν ἐπιχειρούντων αὐτὸ μαγγανείαν ἀποκυηθῇ, ἐκτιθέναι κελεύει καὶ μὴ ἐκτρέφειν, οὐδὲν ἕτερον τοῖς ἰδίοις πολίταις ἢ τῶν φιλτάτων φόνους ἐργάζεσθαι παραινῶν. καὶ ἵνα μὴ δόξωμεν αὐτοὶ συκοφαντεῖν τὸν ἄνδρα, ἄκουε, ὅπως αὐτὸς ἐν τῷ πέμπτῳ τῆς πολιτείας τὰ εἰρημένα διατάττεται· λέγει γὰρ ἐπὶ λέξεως ὧδε ‘ἐν τοῖς γάμοις τοίνυν καὶ παιδοποιίαις ἔοικεν τὸ ὀρθὸν τοῦτο γίνεσθαι οὖν ὡς ἐλάχιστον δή. δεῖ μέν, εἶπον, ἐκ τῶν ὡμολογημένων τοὺς ἀρίστους ταῖς ἀρίσταις συγγίνεσθαι ὡς πλειστάκις, τοὺς δὲ φαυλοτάτους τοὐναντίον,