Ancient Greek
Page 326
Joannes Philoponus Phil., De aeternitate mundi 326
Not analysed yet
ὅδε. Τίς; Τὰς γυναῖκας ταύτας τῶν ἀνδρῶν τούτων πάντων πάσας εἶναι κοινάς, ἰδίᾳ δὲ μηδενὶ μηδεμίαν ξυνοικεῖν, καὶ τοὺς παῖδας αὖ κοινοὺς καὶ μήτε γονέα ἔκγονον εἰδέναι τὸν αὑτοῦ μήτε παῖδα γονέα. Πολύ, ἔφη, τοῦτο ἐκείνου μεῖζον πρὸς ἀπιστίαν καὶ τοῦ δυνατοῦ πέρι καὶ τοῦ ὠφελίμου’. ὁρᾷς, ὅπως μείζονά φησιν εἰς ἀπιστίαν τοῦ προτέρου νόμου τὸν δεύτερον, εἰ δυνατός τε ἔσται καὶ ὠφέλιμος, τοῦτο δ' οὐκ ἦν παράδοξόν τε καὶ ἄπιστον, εἰ μίαν ἑκάστῳ συνιέναι ἠβούλετο καὶ μὴ παρὰ τὰ πᾶσιν ἀνθρώποις καλῶς ἔχειν δοκοῦντα κοινὰς εἰς χρῆσιν ἅπασιν τὰς γυναῖκας προὐβάλλετο. σκόπει δὲ καὶ τῆς λέξεως τὴν σαφήνειαν· ‘τὰς γυναῖκας’, φησίν, ‘ταύτας τῶν ἀνδρῶν τούτων πάντων πάσας εἶναι κοινάς, ἰδίᾳ δὲ μηδενὶ μηδεμίαν ξυνοικεῖν’. καὶ ἐν τοῖς ἑξῆς δὲ πολύς ἐστιν κατασκευάζων, ὡς δεῖ μὴ μέχρις ὀνόματος ἀλλὰ καὶ ἔργῳ τὴν κοινωνίαν ταύτην ἀσπάζεσθαι· ‘μετὰ γὰρ τοῦ δόγματος τούτου’, φησίν, ‘καὶ τοῦ ῥήματος ἔφαμεν ξυνακολουθεῖν τάς τε ἡδονὰς καὶ τὰς λύπας κοινάς’. καὶ τὸ ὠφέλιμον δὲ τοῦ νόμου τῆς κοινῆς πρὸς τὰς γυναῖκας τῶν ἀνδρῶν μίξεως ἐν τῷ αὐτῷ πέμπτῳ τῆς πολιτείας ἐξέθετο· οὐδὲν γὰρ οὐδενὸς ἴδιον εἶναι ἐν τῇ ἑαυτοῦ πόλει φησὶν βούλεσθαι· τοῦτο γὰρ εἶναι τὸ διασπῶν τὰς πόλεις τὸ ὀνομάζειν τὸ ἐμὸν καὶ τὸ σὸν ἕκαστον καὶ τὸ εἰς τὴν ἑαυτοῦ οἰκίαν ἑτέραν οὖσαν γυναῖκά τε καὶ παῖδας ἰδίους ποιεῖσθαι. ἑνὶ