Ancient Greek
Page 325
Joannes Philoponus Phil., De aeternitate mundi 325
Not analysed yet
εἰδότος διὰ τὸ κοινὸν τῆς μίξεως. καὶ φθάνει δὲ ἤδη γυμνῇ τῇ γλώττῃ τὸν νόμον τοῦτον ἐν τῷ αὐτῷ πέμπτῳ τῆς πολιτείας ἐκθέμενος· τὸν γὰρ περὶ τοῦ εἶναι κοινὰς ἀνδρῶν τε καὶ γυναικῶν τὰς πολιτικὰς ἀρετὰς διαταξάμενος νόμον, ἐν ᾧ γυμνὰς ἐν ταῖς παλαίστραις συγγυμνάζεσθαι τοῖς ἀνδράσιν τὰς γυναῖκας οὐ μόνον νέας οὔσας ἀλλὰ καὶ γεγηρακυίας διετάξατο ἄρχειν τε αὐτὰς παραπλησίως ἀνδράσιν καὶ τοὺς ἐν ταῖς θήραις καὶ κατὰ πόλεμον ὁμοίως ὑπομένειν ἀγῶνας, ἐπειδὴ παράδοξα λέγειν δόξας διὰ λόγου τὸ τοῦ νόμου δυνατόν τε καὶ ὠφέλιμον κατεσκεύασεν, ἤμελλεν δὲ εὐθὺς καὶ τὸν περὶ τοῦ κοινὰς εἶναι τὰς γυναῖκας εἰσηγεῖσθαι νόμον καὶ ἑώρα τοῦτον πολλῷ τοῦ προτέρου παραδοξότερον δοκοῦντα εἶναι καὶ δυσπαράδεκτον, ἄκουε, οἷα πρὸ τοῦ νόμου προοιμιάζεται· φησὶν γὰρ οὕτως ‘τοῦτο μὲν ὥσπερ κῦμα φῶμεν διαφεύγειν τοῦ γυναικείου πέρι νόμου λέγοντες, ὥστε μὴ πάντας κατακλυσθῆναι τιθέντας, ὡς δεῖ κοινῇ πάντα ἐπιτηδεύειν τούς τε φύλακας ἡμῖν καὶ τὰς φυλακίδας, ἀλλά πῃ τὸν λόγον αὐτὸν αὑτῷ ὁμολογεῖσθαι, ὡς δυνατά τε καὶ ὠφέλιμα λέγει; Καὶ μάλα, ἔφη, οὐ σμικρὸν κῦμα διαφεύγεις. Φήσεις δέ, ἦν δ' ἐγώ, οὐ μέγα αὐτὸ εἶναι, ὅταν τὸ μετὰ τοῦτο ἴδῃς. Λέγε δή, ἴδω, ἔφη. Τούτῳ, ἦν δ' ἐγώ, ἕπεται νόμος καὶ τοῖς ἔμπροσθεν τοῖς ἄλλοις, ὡς ἐγᾦμαι,