Ancient Greek · ~5 min
Page 328
Joannes Philoponus Phil., De aeternitate mundi 328
Not analysed yet
ἴδιον δοκεῖν τοῖς κομψοῖς τῶν κλήρων τὴν αὐτὴν ἀεὶ τῷ αὐτῷ λαγχάνειν ἐμηχανήσατο· λαθεῖν μὲν γὰρ ἦν τοῦτο ἀδύνατον ἀεὶ τῇ αὐτῇ τοῦ αὐτοῦ συνδυάζοντος· οὐ γὰρ δή γε μύοντας αὐτοὺς συνιέναι προσέταξεν· ὥστε τῷ χρόνῳ πάντως κατάφωρόν τε ἅμα καὶ γελοῖον ἐγίνετο τὸ κατὰ τοὺς κλήρους τῶν ἀρχόντων σκευώρημα καὶ τούτου δὴ γνωσθέντος φρούδη που πάντως ἡ τοῦ νόμου ὑπῆρχεν ὠφέλεια, μᾶλλον δὲ εἰς τοὐναντίον περιετρέπετο· νῦν μὲν γὰρ μίαν ἣν βούλεταί τε καὶ δυνατὸν ἑκάστου αἱρουμένου καὶ ταύτην ὅπως ἂν ἔχῃ στέργοντος ὡς ἑκουσίως καὶ οὐ βίᾳ καμόντων ἀστασίαστοι ὡς ὅτι μάλιστα τούτου γε ἕνεκεν αἱ πόλεις γίνονται· εἰ δὲ οἴοιτο μέν τις ὡς ἀδιάφορον εἶναι τὴν πρὸς γυναῖκας ὁμιλίαν τῷ χρόνῳ ἕκαστος, ὡς παρὰ τὴν δοκοῦσάν τε καὶ φαινομένην τοῦ νόμου βούλησιν βίᾳ τε τῶν ἀρχόντων καὶ δόλῳ οὐ τῇ κατὰ προαίρεσιν ὡς εἰκὸς συγγίνεται, πῶς οὐχὶ στάσεως πλήρη πάντα καὶ τὴν πόλιν καὶ τοὺς ἄρχοντας γενέσθαι ἀνάγκη; οὐ γὰρ δή γε παντάπασιν ἀπαθεῖς εἶναι τοὺς οἰκείους ὁ Πλάτων ὑποτίθεται πολίτας καὶ τῆς τοῦ ἡδέος αἱρέσεως κρείττονας· εἰ γὰρ τοιούτους αὐτοὺς εἶναι ᾤετο, οὐδὲν ἂν αὐτῷ τῶν κομψῶν τούτων ἔδει κλήρων καὶ τῆς ἐκ τούτων ἀπάτης, δι' ὧν λανθάνειν αὐτοὺς βούλεται, ὡς κρίσει τῶν ἀρχόντων οἱ γάμοι γίνονται, ἵνα τύχης ἔργον τὸ τὴν τοιάνδε κεκληρῶσθαι νομίσαντες μὴ στασιάζωσιν