Ancient Greek · ~6 min
Page 329
Joannes Philoponus Phil., De aeternitate mundi 329
Not analysed yet
πρὸς τοὺς ἄρχοντας· περὶ τίνος γὰρ στασιάζειν ἤμελλον οἱ καθάπαξ διὰ τὸ κοινῇ συμφέρον τοῦ ἡδέος καταφρονήσαντες; οὐκοῦν, εἰ ἐμπαθεῖς μέν εἰσιν καὶ ἔτι τῶν ἡδονῶν ἀντεχόμενοι, πάλιν δ' αὖ λαθεῖν τῷ χρόνῳ ἀδύνατον, ὡς οὐκ ἐκ τύχης ἀλλὰ ψήφῳ τῶν ἀρχόντων οὐ κατὰ προαίρεσιν οἷα εἰκὸς τῇ αὐτῇ σύνεισιν ἕκαστος, πῶς οὐκ ἂν εὐλόγως στασιάζειν μέλλοιεν πρὸς τοὺς ἄρχοντας τῶν τε καθ' ἡδονὴν καὶ τῆς δοκούσης κατὰ νόμον ἐξουσίας στερούμενοι; ὅτι μὲν οὖν, εἰ τὴν αὐτὴν ἀεὶ τῷ αὐτῷ διὰ τῶν κλήρων λαγχάνειν ἔλεγεν, τότε λαθεῖν ἦν ἀδύνατον καὶ ἡ ἐκ τοῦ νόμου ὠφέλεια εἰς τοὐναντίον περιήγετο, μετρίως δέδεικται. ἄτοπον δὲ καί, εἰ λάθοι τῇ αὐτῇ συνιὼν ἕκαστος, ἵνα τις καὶ τοῦτο μεμηχανῆσθαι διὰ τῶν κλήρων Πλάτωνα συγχωρήσειεν· δόγμα γὰρ τῇ ψυχῇ τὸ φαυλότατον κτήσεται· οὐδὲν γὰρ ἄτοπον τὴν μοιχείαν εἶναι νομίσει καὶ τὴν πρὸς τὰς γυναῖκας ἀόριστον συμπλοκήν· εἰ γὰρ ἄλλοτε ἄλλῃ συνιέναι νομίζοι καὶ τοῦτον εἶναι τῆς ἀρίστης πολιτείας τὸν νόμον οἴοιτο, τί ἕτερον ἢ τὸ εἰρημένον ἕκαστον τῶν πολιτῶν ὑπονοεῖν ἀνάγκη; ἀλλ' οἶμαι παντὶ δῆλον εἶναι, ὡς πᾶσα πρᾶξις ἄτοπος οὐ δι' αὐτὴν ψιλὴν τὴν χρῆσιν ἀλλὰ διὰ τὸ τοῦ τρόπου παράνομον καὶ τὴν τοῦ λογισμοῦ πρὸς τοῦτο συγκατάθεσιν διαβέβληται· οὐ γὰρ τὸ ἁπλῶς συνιέναι γυναικὶ ψεκτόν, ἀλλὰ τὸ μὴ κατὰ νόμον· τὴν δὲ κατὰ νόμον τε καὶ παρὰ νόμον χρῆσιν τῷ λογισμῷ δήπουθεν κρίνομεν· ὁ οὖν τὸν λογισμὸν πείσας, ὡς οὐ τῇ αὐτῇ διὰ παν-