Ancient Greek · ~5 min
Page 330
Joannes Philoponus Phil., De aeternitate mundi 330
Not analysed yet
τὸς σύνεισιν ἀλλ' ἄλλοτε ἄλλῃ, οὗτος τὴν τῆς μοιχείας παράνομον πρᾶξιν εἰργάσατο, κἂν τῇ ἰδίᾳ συνέρχεται· ὥσπερ γὰρ ἐκ τοῦ ἐναντίου, εἴ τις ἐν νυκτὶ ἀλλοτρίᾳ γυναικὶ συμπλέκεσθαι βουληθείς τε καὶ νομίσας τῇ ἰδίᾳ συγγένηται ἀγνοῶν, μοιχὸς ὁ τοιοῦτος κατὰ ἀλήθειαν, εἰ καὶ μὴ τῇ χρήσει, ἀλλὰ τῇ τοῦ λογισμοῦ συγκαταθέσει δικαίως κρίνεται, διότι οὐχ ἡ μῖξις ἁπλῶς ἀλλ' ὁ τρόπος καὶ ἡ ἐπὶ τῷ ἀτόπῳ τοῦ λογισμοῦ συγκατάθεσις τὴν μοιχείαν ἐργάζεται (ὅθεν ἐστερημένα λογισμοῦ τοῦ τὰ τοιαῦτα κρίνοντος τὰ ζῷα τὰ ἄλογα καὶ τῆς ἁμαρτίας τῆς ἐπὶ τῇ διὰ τῆς μίξεως ἠλευθέρωται), οὕτω δὴ κατὰ τὸ ἀκόλουθον καὶ ὁ τῇ <αὐτῇ> μὲν ἀεὶ συνὼν ἀγνοῶν δὲ τοῦτο καὶ ἄλλοτε ἄλλῃ συνιέναι νομίζων καὶ τοῦτο ὡς εἴη καλὸν ὑπὸ τοῦ νόμου παραπεπεισμένος οὗτος τὴν μοιχείαν ὡς ἀγαθὸν εἴη παρ' ἑαυτῷ ἐβεβαίωσέν τε καὶ ἔπραξεν. ὅσοι οὖν ταῖς τοιαύταις κομψείαις παρεξηγεῖσθαι πειρῶνται τὸν Πλάτωνα, δῆλοι μέν εἰσιν αὐτῷ τῷ ἐπαισχύνεσθαι ταῦθ' οὕτως ὁμολογεῖν αὐτὸν διατάττεσθαι τὸ πρᾶγμα κοινῇ μετὰ πάντων ἀνθρώπων τῶν ἀτόπων εἶναι νομίζοντες, ῥύσασθαι δὲ τοῦ ἐγκλήματος αὐτὸν μὴ δυνάμενοι αὐτοὶ τὴν ψῆφον τῆς τοῦ νόμου φαυλότητος κατ' αὐτοῦ φέρουσιν. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον. μυρία δὲ ἔστιν καὶ ἄλλα, ἐν οἷς ἔστιν τοῦ ἀληθοῦς δεῖξαι ἡμαρτηκότα τὸν Πλάτωνα· ἀλλ' ἵνα μὴ ἐπὶ πλέον τῇ παρεκβάσει χρησώμεθα, ἱκανὰ καὶ