Ancient Greek · ~5 min
Page 332
Joannes Philoponus Phil., De aeternitate mundi 332
Not analysed yet
φησὶ γὰρ ἐπὶ λέξεως ταῦτα ‘ἐὰν δέ τις ἀκούσας ταῦτα εἴπῃ, Πλάτων προσποιεῖται μέν, ὡς ἔοικεν, τὰ δημοκρατίᾳ ξυμφέροντα εἰδέναι, ἐξὸν δὲ τῷ δήμῳ λέγειν καὶ συμβουλεύειν αὐτῷ τὰ βέλτιστα οὐπώποτε ἀναστὰς ἐφθέγξατο, πρὸς ταῦτ' εἰπεῖν, ὅτι Πλάτων ὀψὲ ἐν τῇ πατρίδι γέγονεν καὶ τὸν δῆμον κατέλαβεν ἤδη πρεσβύτερον καὶ εἰθισμένον ὑπὸ τῶν ἔμπροσθεν πολλὰ καὶ ἀνόμοια τῇ ἐκείνου ξυμβουλῇ πράττειν· ἐπεὶ πάντων ἂν ἥδιστα καθάπερ πατρὶ συνεβούλευσεν αὐτῷ, εἰ μὴ μάτην μὲν κινδυνεύειν ᾤετο, πλέον δὲ οὐδὲν ποιήσειν’. σαφέστατα τοίνυν διὰ τούτων δεδήλωκεν ὁ Πλάτων, ὡς φόβῳ πολλὰ τῶν δεόντων ἀποσεσίγηκεν. εἰ δὲ ἐπὶ τῶν πρακτῶν παρακινῆσαί τι τῶν ἄνωθεν τοῖς Ἀθηναίοις δεδογμένων εὐλαβήθη κακῶς ἔχειν τὰ τῆς καθεστώσης αὐτῶν πολιτείας οἰόμενος, πῶς οὐχὶ πολλῷ μᾶλλον τὰ περὶ τοὺς νενομισμένους θεοὺς ἀθετεῖν τὸν ἔσχατον αὑτῷ κίνδυνον φέρειν ἐνόμιζεν; τοῦτο γὰρ αὐτὸ καὶ Σωκράτει θανάτου παραίτιον γέγονεν. ἀλλὰ ταῦτα μὲν ὡς πολλοῖς ἤδη τῶν ἡμετέρων ἀποδεδειγμένα παρίημι τοσοῦτον αὐτῶν ἐπιμνησθείς, ὡς δεῖξαι, ὅτι κἀνταῦθα τῇ τῶν μύθων ἀπάτῃ συνενεχθεὶς ὁ Πλάτων θεὸν εἶναι τὸν κόσμον ἐκ τῶν Ὀρφέως λαβὼν ἀπεφήνατο. ἀλλὰ τούτων μὲν ἅλις· εἰς δὲ τὴν ἐπίσκεψιν τοῦ προκειμένου τὸν λόγον ἐπιχειρήματος τρέψωμεν. εʹ. ‘Πᾶν’, φησί, ‘τὸ φθειρόμενον ὑπὸ τῆς ἑαυτοῦ