Ancient Greek
Page 333
Joannes Philoponus Phil., De aeternitate mundi 333
Not analysed yet
κακίας φθείρεται. τὸ δὲ θεῶν ἅπαν γένος ἄδεκτον ὂν κακίας ἄδεκτον εἶναι καὶ μεταβολῆς. οὐκ ἄρα’, φησίν, ‘φθαρήσεταί ποτε τὸ πᾶν, ᾧ μηδέν ἐστιν κακόν, διότι καὶ αὐτὸ θεός ἐστιν’. εἰ τὸ θεῶν ἅπαν γένος κακίας ὂν ἄδεκτον καὶ μεταβολῆς ἐστιν ἄδεκτον, ὅπερ ἄρα ἀμετάβλητον εἶναι ἀδύνατον, τοῦτο ἄρα οὐκ ἂν εἴη θεός. ἐπεὶ οὖν πᾶν τὸ αἰσθητὸν ὁ Πλάτων γινόμενον εἶναί φησιν καὶ ἀπολλύμενον ὄντως δὲ μηδέποτε ὂν καὶ διὰ τοῦτο καὶ τὸν οὐρανὸν καὶ τὸν κόσμον αἰσθητὸν ὄντα ἀπεφήνατο (μόνοις γὰρ τοῖς θειοτάτοις τῶν ὄντων προσήκειν τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, τὴν δὲ τῶν σωμάτων φύσιν μὴ ταύτης εἶναι τῆς τάξεως, ἀλλ' ἐν μεταβολῇ πάντως ἐξετάζεσθαι), καὶ αὐτὸς δὲ ὁ Πρόκλος, ὡς ἐν τοῖς ἔμπροσθεν ἔγνωμεν, ταύτῃ τῇ δόξῃ τοῦ Πλάτωνος παριστάμενος πεπερασμένην εἶναι τὴν τοῦ κόσμου δύναμιν ἔφησεν, διότι μηδὲν σῶμα ἀπείρου μετέχει δυνάμεως, τὴν δὲ πεπερασμένην δύναμιν φθαρτὴν εἶναι καὶ τοῦτο ἀπ' αὐτῆς τῆς ἰδίας φύσεως τῷ κόσμῳ προσεῖναι, τούτων οὕτως ὡμολογημένων πότερον ἦν εὐλογώτερον ἐκ τοῦ λέγεσθαι θεὸν εἶναι τὸν κόσμον τὸ μηδὲ ἀμετάβλητον αὐτὸν εἶναι καὶ διὰ τοῦτο μηδὲ γεγονέναι συλλογίζεσθαι καὶ ἑαυτῷ καὶ Πλάτωνι καὶ τῇ ἀληθείᾳ μάχεσθαι ἢ ἐκ τοῦ μεταβλητὸν εἶναι καὶ διὰ τοῦτο φύσει φθαρτὸν τῷ μὴ ἀπείρου μετέχειν δυνάμεως τὸ θεὸν αὐτὸν εἶναι ὡς ψευδὲς ἀποκρούεσθαι, εἴπερ τὸ θεῶν ἅπαν γένος, ὥς φησιν, μεταβολῆς ἐστιν ἄδεκτον; ἀλλ' οἶμαι πᾶς ἄν τις τὸ δεύτερον