Ancient Greek · ~6 min
Page 336
Joannes Philoponus Phil., De aeternitate mundi 336
Not analysed yet
<ϛʹ. >Ἐπειδὴ πᾶν τὸ φθειρόμενον ὑπὸ τῆς ἑαυτοῦ κακίας φθείρεσθαί φησιν ὁ Πρόκλος, τίς δέ ἐστιν ἡ ἑκάστου κακία, οὐκ εἴρηκεν, ἄξιόν ἐστιν ἐπισκέψασθαι, τίς ποτέ ἐστιν αὕτη, ἐξ ἧς ἑκάστῳ τῶν μετεχόντων αὐτῆς συμβαίνει φθείρεσθαι. ἐγὼ μὲν οὖν οὐδὲν ἕτερον εἶναι τὴν ἑκάστου κακίαν οἶμαι ἢ τὴν ἐπὶ τὸ παρὰ φύσιν ἑκάστου παρεκτροπήν, ὡς καὶ ἐν τῷ πρὸ τούτου λόγῳ ἐμνήσθημεν. αὕτη δὲ δηλονότι ὑπ' οὐδεμιᾶς φυσικῆς δυνάμεως γίνεται· οὐδὲν γὰρ τῶν ὄντων αὐτὸ ἑαυτοῦ φθαρτικόν ἐστιν, σωστικὸν δὲ μᾶλλον ἑκάστου ἡ φύσις ἐστὶν ἑκάστου. οὐκοῦν, εἰ τῇ μὲν δυνάμει ἡ ἀδυναμία ἀντίκειται, τῷ δὲ ὄντι τὸ μὴ ὄν, αἴτιον δὲ τοῦ εἶναι ἑκάστῳ ἡ φυσικὴ δύναμις, καὶ τοῦ μὴ εἶναι ἄρα ἡ ἀδυναμία αἰτία ἂν εἴη· τῷ γὰρ τὴν φυσικὴν ἐξασθενεῖν δύναμιν καὶ μὴ διακρατεῖν ἐς ἀεὶ τὸ ὑποκείμενον δύνασθαι φθείρεσθαι συμβαίνει τὰ πράγματα, ἐξασθενεῖν δὲ <μὴ> τὴν ἄπειρον δύναμιν ἀλλὰ πεπερασμένην ἀνάγκη, ὥσπερ ἀμέλει καὶ ἡ τοῦ ἡνιόχου δύναμις, εἴτε σωματικήν τις εἰπεῖν εἴτε τεχνικὴν βούλοιτο, αἰτία τῆς τοῦ ἅρματός ἐστιν σωτηρίας, τοῦ ἐναντίου δὲ ἡ ἀσθένεια. οὐκοῦν, εἰ ὁ κόσμος σῶμα ὢν πεπερασμένης ἐστὶν δυνάμεως, ἐξασθενεῖν δὲ τῷ χρόνῳ τὴν πεπερασμένην ἀνάγκη, ἐξασθενούσης δὲ εἰς τὸ παρὰ φύσιν ἐξολισθαίνει τὰ πράγματα, τὸ δὲ παρὰ φύσιν ἐστὶν ἡ ἑκάστου κακία καὶ τὸ τῆς φθορᾶς αἴτιον, καὶ ὁ κόσμος ἄρα κακίαν ἕξει τὴν ὅσον ἐπὶ τῇ τῆς δυνάμεως ἀσθε-