Ancient Greek · ~6 min
Page 335
Joannes Philoponus Phil., De aeternitate mundi 335
Not analysed yet
ὄν ἐστιν μετάστασις, ἡ δὲ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν), αἱ δ' ὑπόλοιποι τῶν μεταβολῶν κατά τι τῶν τοῦ πράγματος γίνονται. ἐνδέχεται δὲ καὶ τοῦ ὅλου σῳζομένου πράγματος μόριά τινα τοῦ παντὸς φθείρεσθαί τε καὶ γίγνεσθαι, ὡς ὅταν μέρους τινὸς τῆς σαρκὸς φθαρείσης ἄλλη ἀντ' αὐτῆς φύηται ἢ κλάδου κοπέντος ἄλλοι πάλιν βλαστάνουσιν. οὕτω δὴ οὖν καὶ ὁ κόσμος, ἕως ἂν ᾖ κόσμος, καθ' ὅλον αὐτόν ἐστιν ἀμετάβλητος· εἰ γὰρ καθ' ὅλον αὐτὸν μεταβάλῃ, καὶ φθείρεσθαι αὐτὸν ἀνάγκη. οὐ τοῦτο οὖν δείκνυσιν τὸ εἶναι τὸ πᾶν ἀμετάβλητον τὸ μὴ καθ' ὅλον αὐτὸ νῦν μεταβάλλειν, ἀλλ' εἰ μηδὲν τῶν μερῶν αὐτοῦ μεταβάλλῃ· ὅπερ οὐκ ἔστιν ἀληθές. τοὐναντίον μὲν οὖν οὐδέν ἐστιν τῶν τοῦ κόσμου μερῶν παντάπασιν ἀμετάβλητον· τὰ μὲν γὰρ ἄλλα πάντα κατὰ πᾶν εἶδος μεταβολῆς μεταβάλλει, τὸ δὲ οὐράνιον τέως τὴν κατὰ τόπον μεταβολὴν ὑπομένει καὶ οὐδέν ἐστιν τοῦ οὐρανοῦ μέρος, ὃ μὴ μεταβολῆς τῆς κατὰ τόπον τετύχηκεν. ὥστε οὐκ ἂν εἴη τὸ πᾶν ἀμετάβλητον. καὶ εἰ τὰ κατὰ τὰ ἄλλα εἴδη τῶν μεταβολῶν μεταβάλλοντα καὶ φθορᾶς ἐστιν πάντα καὶ γενέσεως δεκτικά, καὶ τὸ πᾶν ἄρα μεταβλητὸν ὂν καὶ γενητὸν ἔσται καὶ φθαρτὸν ἐξ ἀνάγκης· καὶ γὰρ ἄλογον τῶν στοιχείων, ἐξ ὧν τὸ εἶναι ἔχει, γενητῶν ὄντων καὶ φθαρτῶν μὴ καὶ τὸ ἐκ τούτων συγκείμενον γενητὸν εἶναι καὶ φθαρτόν, ὡς ἀκριβέστερον ἐν τοῖς ἔμπροσθεν ἀπεδείξαμεν. ἀλλ' ἄνωθεν πάλιν τὴν προκειμένην ἐπισκεψώμεθα ἐπιχείρησιν.