Ancient Greek
Page 339
Joannes Philoponus Phil., De aeternitate mundi 339
Not analysed yet
αὐτοῦ καταψηφισώμεθα, οὕτω τὰ κατὰ δύναμιν τῇ ἀληθείᾳ συνηγορήσωμεν. ὅτι οὖν πᾶν τὸ γινόμενον ἔκ τινος ὄντος γίνεται, πιστεύσειεν ἄν τις εἰς πάντα τὰ γινόμενα ἀποβλέπων· γίνεται γὰρ ἄνθρωπος ἐκ καταμηνίου καὶ σπέρματος καὶ συκῆ πάλιν ἐκ κεγχραμίδος καταβληθείσης καὶ ἀρδεύοντος ὕδατος, ἀλλὰ δὴ καὶ ἐξ ἀέρος πυκνωθέντος μὲν γίνεται ὕδωρ, μανωθέντος δὲ πῦρ, καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων φυσικῶν τε καὶ τεχνητῶν ὡσαύτως. ὥστε, φασίν, εἰ μὴ ἦν τι πρὸ τῆς τοῦ κόσμου γενέσεως, ἐξ οὗ ὁ κόσμος γέγονεν, ἀδύνατον ὅλως αὐτὸν γεγονέναι· εἰ δὲ ἦν, ἢ ἀγένητον ἦν πάντως ἢ γενητόν. ἀλλ' εἰ μὲν γενητόν, διὰ τί μὴ αὐτόθεν ἐπὶ τοῦ κόσμου τὸ ἀγένητον ὑποτιθέμεθα, εἴπερ ὅλως ἐνδέχεταί τι τῶν τοῦ κόσμου εἶναι ἀγένητον, φημὶ δὴ τό, ἐξ οὗ γέγονεν; εἰ δὲ κἀκεῖνο γενητόν ἐστιν, πάλιν κἀκεῖνο ἐξ ἄλλου γενήσεται καὶ τοῦτο ἐπ' ἄπειρον. ἐξ οὗ συνάγουσιν, ὡς, εἴπερ ταῦτα ἀδύνατα, ἀδύνατον γενητὸν εἶναι τὸν κόσμον· ὥστε ἀγένητος ἔσται. οἷς μὲν οὖν ἄν τις συνηγορήσειεν λόγοις τῷ πᾶν τὸ γινόμενον ἔκ τινος ὄντος γίνεσθαι καὶ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι καὶ διὰ τοῦτο καὶ τὸν κόσμον μὴ εἶναι ἀγένητον, οὗτοί εἰσιν· ἃ δ' ἄν τις ὑπαντῶν πρὸς τὰ εἰρημένα φήσειεν, ταῦτά ἐστιν. θʹ. Πρῶτον μὲν εἰ τῶν καθ' ἕκαστον (Σωκράτους φημὶ καὶ Πλάτωνος καὶ τοῦδε τοῦ ἵππου καὶ τοῦδε τοῦ ὕδατος καὶ τῶν τῇδε γενομένων πάντων) ἡ φύσις ἐστὶν τὸ προσεχὲς τῆς γενέσεως αἴτιον, τὸ δὲ ὅλον