Ancient Greek · ~6 min
Page 340
Joannes Philoponus Phil., De aeternitate mundi 340
Not analysed yet
καὶ πᾶν ἀμέσως ὑπὸ θεοῦ δημιουργεῖται, ὡς καὶ Πλάτων φησίν, πῶς οὐκ ἄθεον τὸ λέγειν μὴ δύνασθαι τὸν θεὸν δημιουργεῖν, εἴπερ τὸ μὴ πρότερον ὂν εἰς τὸ εἶναι παράγοι, εἰ μὴ ὡς ἡ φύσις δημιουργῇ τῶν μερικῶν ἕκαστον; εἰ γὰρ δημιουργεῖ μὲν καὶ ἡ τέχνη, δημιουργεῖ δὲ καὶ ἡ φύσις, οὐχ ὁμοία δ' ἡ ἀμφοῖν δημιουργία, ἀλλ' ἡ μὲν τέχνη φέρε εἰπεῖν ἡ τεκτονικὴ οὐδὲν ἔξωθεν αὐτὴ ὑποστήσασα μόνῃ τῇ τῶν ξύλων συνθέσει τὸ τοῦ ἀβακίου τυχὸν ἢ τῆς θύρας ἀποτελεῖ σχῆμα, ἡ δὲ φύσις οὐ μόνον τὴν κρᾶσιν καὶ σύνθεσιν τῶν στοιχείων ἐργάζεται ἀλλ' ἤδη καὶ τὰς οὐσίας αὐτὰς καὶ τὰ εἴδη τῶν πραγμάτων ὑφίστησιν οὐ πρότερον ὄντα (φημὶ δὴ τὸ τῆς σαρκὸς εἶδος καὶ τὸ τοῦ ὀστοῦ φλεβός τε καὶ νεύρου καὶ τῶν λοιπῶν τοῦ ζῴου μορίων καὶ τὴν ἐν τούτοις ζωτικὴν δύναμιν θρεπτικήν τε καὶ αὐξητικὴν αἰσθητικήν τε καὶ κινητικὴν καὶ τὰς λοιπὰς ἐν τῇ ποιᾷ μὲν τῶν στοιχείων ὑφισταμένας συνθέσει τε καὶ κράσει, ἑτέρας δὲ τῆς κράσεως εἶναι ἀποδεδειγμένας, ἔτι δὲ καὶ τῶν φυτῶν τὰς μυρίας ἰδέας χρωμάτων τε καὶ χυμῶν καὶ μετάλλων τὰς ἀπείρους διαφοράς τε καὶ ποικιλίας), εἰ τοίνυν τοσοῦτον ὑπερέχει τῆς τέχνης ἡ φύσις, πῶς οὐκ ἀνάγκη τὴν τοῦ θεοῦ δημιουργίαν ἀσυγκρίτῳ ὑπεροχῇ ὑπεραναβεβηκέναι τῆς φύσεως; οὐκοῦν, εἰ ἡ φύσις τὰ εἴδη μὴ ὄντα πρότερον παράγει τὴν ὕλην ἐκ τῶν ὄντων λαβοῦσα καὶ ἐν αὐτῇ τὰ εἴδη γεννήσασα διὰ τὸ ἀδυνάτως ἔχειν μὴ προϋποκει-