Ancient Greek · ~6 min
Page 364
Joannes Philoponus Phil., De aeternitate mundi 364
Not analysed yet
ἐστὶν ἀδύνατον· ὃ γὰρ αὐτὴ μὴ ἔχῃ, τοῦτο γεννῆσαι αὐτὴν ἀμήχανον, ὡς καὶ πρότερον εἴρηται. καὶ τί μοι δεῖ μακρῶν λόγων, ὁπότε καὶ παρ' αὐτοῖς τοῖς Ἕλλησιν τὸ τοιοῦτον ὡμολογημένον ὑπάρχον ἀποδείκνυμεν; ὁ γοῦν Πρόκλος ἐν τῷ πέμπτῳ λόγῳ τῶν εἰς τὸν Τίμαιον ἐξηγητικῶν τὴν Πλάτωνος περὶ τῶν ἐνύλων εἰδῶν διδασκαλίαν σαφηνίζων φησίν, ὡς ὅτι καὶ τὰς ποιότητας καὶ τὰ ἔνυλα πάντα εἴδη ἔκ τε τοῦ μὴ ὄντος ὑφίστασθαι λέγει Πλάτων καὶ εἰς τὸ μὴ ὂν αὖθις τοῦ συνθέτου διαλυομένου ἀπόλλυσθαι· ἔχει δ' ἡ λέξις οὕτως ‘μήποτε δὲ ἄμεινον λέγειν, ὅτι καὶ τὰ εἴδη τὰ ἔνυλα καὶ οὐ μόνον αἱ ποιότητες εἰσιόντα κέκληται καὶ ἐξιόντα· ταῦτα γάρ ἐστιν τὰ ὁμοιώματα τῶν νοητῶν, οὐχ αἱ ποιότητες. ἄξιον τοίνυν ὁρᾶν τοῦτο τὸ εἶδος ποῦ ἄπεισιν· εἰ μὲν γὰρ εἰς τὴν φύσιν εἰσίοι, ἄτοπον· εἰσδέξεται γάρ τι τῶν μεθ' ἑαυτὴν καὶ ἀφ' ἑαυτῆς ἡ φύσις· ὅμοιον, ὡς εἰ καὶ εἰς τὸ νοητὸν ἔλεγέν τις ἀπὸ τῆς γενέσεως ἀπιέναι καὶ ὁτιοῦν. εἰ δὲ εἰς ἄλλην ὕλην, παρὰ τὰ ἐναργῆ λέξομεν· οὐ γὰρ σβεννυμένου πυρὸς καὶ τῆς ὕλης ἐξαερουμένης ὁρῶμεν ἄλλην ἐξαπτομένην. εἰ δὲ ἐν ἑαυτοῖς γίνεται, νοητὰ ἔσται καὶ αὐθυπόστατα καὶ ἀμερῆ· πόθεν οὖν ὁ ὄγκος; πόθεν ἡ διάστασις; πόθεν ὁ πόλεμος περὶ τῆς κοινῆς ὑποδοχῆς; τὰ γὰρ ἐν ἑαυτοῖς οὐ μάχεται περὶ τῆς ὑποκειμένης ἕδρας· οὐδὲ γὰρ δεῖταί τινος ὑποκειμένου. εἰ δὲ μήτε ἐν τῇ φύσει μήτε ἐν ἑαυτοῖς μηδὲ ἐν τῇ ὕλῃ δυνατὸν εἶναι τὰ τοιαῦτα εἴδη μετὰ τὴν φθοράν, ἀνάγκη χωρεῖν εἰς