Ancient Greek · ~6 min
Page 363
Joannes Philoponus Phil., De aeternitate mundi 363
Not analysed yet
τὸ δυνάμει τι ὂν καὶ ἐνεργείᾳ γενέσθαι ἐνδέχεται. εἰ οὖν τὴν φθαρεῖσαν λευκότητα τὴν αὐτὴν ἔτι κατὰ ἀριθμὸν γενέσθαι ἀδύνατον, οὐδὲ δυνάμει ἄρα ἔσται ἐν τῷ ὑποκειμένῳ σώματι. εἰ δὲ μηδὲ δυνάμει ἐστὶν ἐν τῷ ὑποκειμένῳ σώματι, φθαρεῖσα ἄρα ἐκείνη ἡ λευκότης οὐκ εἰς τὴν οἰκείαν ἐφθάρη δύναμιν· εἰ γὰρ φθαρεῖσα εἰς τὴν οἰκείαν ἀνέκαμπτεν δύναμιν, καὶ γενέσθαι αὖθις ἠδύνατο ἄν. εἰ οὖν μηδὲ γενέσθαι ἔτι κατ' ἀριθμὸν ἡ αὐτὴ λευκότης δύναται, οὐκ ἄρα φθαρεῖσα εἰς τὴν οἰκείαν ἀνέκαμψεν δύναμιν ἀλλ' εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν ᾤχετο· ὅτι γὰρ οὐδ' εἰς ἄλλο τι φθαρεῖσαν αὐτὴν ἀνατρέχειν αὐτὴν ἐνδέχεται, ἔφθημεν προαποδείξαντες. εἰ τοίνυν ἥδε ἡ λευκότης φθαρεῖσα εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν οἴχεται, εἰς ὃ δέ τι φθείρεται, ἐκ τούτου καὶ γεγονέναι αὐτὸ ἀνάγκη καὶ ἔμπαλιν, ἐξ οὗ τι γίνεται, εἰς τοῦτο καὶ φθείρεται, καὶ γέγονεν ἄρα ἐκ τοῦ μηδαμῶς ὄντος. ὁ αὐτὸς ἁρμόσει λόγος καὶ ἐπὶ πάντων τῶν γινομένων καὶ φθειρομένων ἐνύλων εἰδῶν. καὶ ἐντεῦθεν ἄρα δέδεικται, ὡς πάντα τὰ γινόμενα καθὸ γίνεται ἐκ τοῦ μηδαμῶς ὄντος γίνεται καὶ τὰ φθειρόμενα καθὸ φθείρεται εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν ἀναλύεται. ἄλλως τε τὸ λέγειν τὰ ἔνυλα εἴδη φθειρόμενα εἰς τὸ δυνάμει ἀναλύεσθαι οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ λέγειν φθειρόμενα αὐτὰ εἰς τὴν ὕλην ἀναλύεσθαι κἀκεῖ εἰσιέναι, εἴπερ τὸ δυνάμει ἐστὶν ἡ ὕλη· εἰ δὲ εἰς αὐτὴν φθειρόμενα εἰσιᾶσι καὶ ἐξ αὐτῆς γινόμενα τὴν ὕπαρξιν ἔλαβεν, ἔσονται οὖν ἐκ τοῦ χείρονος τὰ κρείττονα, ὅπερ