Ancient Greek
Page 374
Joannes Philoponus Phil., De aeternitate mundi 374
Not analysed yet
γένηται, παντὶ δῆλον, ὡς εἶδος μὲν ἔσται ἐν τούτῳ τὸ τετράγωνον ἢ τοῦτο τὸ κυβικὸν σχῆμα, ὡς καὶ τὸ τοῦ ἀνθρώπου ἐν τῷ ἀνδριάντι, ὕλη δὲ αὐτὴ ἡ τοῦ λίθου φύσις. οὐκοῦν ξέων τὸν λίθον ὁ τεχνίτης καὶ τὸ κυβικὸν ἐν αὐτῷ σχῆμα ποιῶν οὐχ ὕλην ἀλλ' εἶδος ἐργάζεται. δῆλον οὖν, ὅτι, κἂν ὡς ὕλη οἰκίας γένοιτο, ὡς προσεχὲς εἶδος καὶ οὐχ ὡς ὕλη γίνεται τὸ αὐτὸ σχῆμα· εἰς ὕλην γὰρ τὸν λίθον ὁ τεχνίτης εἶδός τι ἐπιτίθησιν τὸ τοιόνδε σχῆμα, ἐπειδὰν δὲ γένηται, συμβαίνει τὸ ἐξ ἀμφοῖν ὕλην ἔστιν ὅτε οἰκίας γενέσθαι. πῶς δ' οὐ γελοῖον τὸν ἀνδριαντοπλάστην μορφοῦντα τὸν κηρὸν ἢ ἄλλην ἡντιναοῦν ὕλην καὶ σχηματίζοντα μὴ τὸ εἶδος ἀλλὰ τὴν ὕλην τοῦ ἀνδριάντος λέγειν ἐργάζεσθαι; εἰ γὰρ τὸ ἀνδρείκελον σχῆμα ποιῶν ὕλην ποιεῖ, τί ἂν εἴη τὸ τοῦ ἀνδριάντος εἶδος; οὐδὲν γὰρ ἕτερόν ἐστιν ἀνδριὰς ἢ ὕλη τοιάδε εἰς ἀνδρὸς εἰ τύχοι σχῆμα διαπλασθεῖσα. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῆς τῶν φυσικῶν ἁπάντων γενέσεως· δεξαμένη γὰρ ἡ φύσις τὸ σπέρμα πρῶτον ἐξαιματοῖ τυχόν, εἶτα πήγνυσιν, εἶτα μερίζει εἰς σαρκῶν τε καὶ ὀστῶν καὶ τὴν τῶν λοιπῶν ὁμοιομερῶν γένεσιν, εἶτα διαπλάττει, εἶτα ζωοῖ, εἶτα αἰσθήσεως μεταδίδωσιν· τοῦτο δὲ τί ἄλλο ἐστὶν ἢ κατὰ βραχὺ τῆς τοῦ εἴδους τοῦ ζῴου παρουσίας ὑπόστασις; οὐ γὰρ ᾗ ζῷον καὶ ᾗ αἴσθησις ὕλη ἐστὶν τοῦ ζῴου, ὡς καὶ πρότερον εἶπον, ἅπερ δημιουργουμένῳ τῷ ζῴῳ ἐν τῇ μήτρᾳ ἔτι κατὰ βραχὺ ἐπιγίνεται· εἰ γὰρ καὶ συμ-