Ancient Greek
Page 375
Joannes Philoponus Phil., De aeternitate mundi 375
Not analysed yet
βαίνει τὸ ἄλλης δυνάμεως ἔργον καὶ ἀποτέλεσμα ἑτέρᾳ τινὶ δυνάμει γίνεσθαι ὕλην, ἀλλ' οὖν ἑκάστη δύναμις οὐχ ὡς ὕλην ἀλλ' ὡς οἰκεῖον δημιουργεῖ ἀποτέλεσμα· σκοπὸς γάρ ἐστιν ἑκάστῃ φυσικῇ δυνάμει τὴν οἰκείαν παραλαβούσῃ ὕλην ταύτην κοσμῆσαί τε καὶ τὸ προσῆκον αὐτῇ ἐπιθεῖναι εἶδος· τὴν γὰρ ἐν τῇ γαστρὶ χυλοποιηθεῖσαν τροφὴν ἡ ἐνιδρυμένη τῷ ἥπατι φυσικὴ δύναμις παραλαβοῦσα ἀλλοιοῖ ταύτην καὶ εἰς αἵματος οὐσίαν μεταβάλλει καὶ τοῦτό ἐστιν αὐτῆς ἔργον καὶ ἀποτέλεσμα τὸ τοῦ αἵματος δημιουργῆσαι εἶδος καὶ οὐδὲν ἕτερον· ὥστε, εἰ μόνης τῆς τοῦ αἵματος ἰδέας ἡ ἐν τῷ ἥπατι στοχάζεται φυσικὴ δύναμις καὶ τοῦτο δημιουργεῖ, εἴδους ἄρα δημιουργός ἐστιν τὸ ἧπαρ, οὐχ ὕλης. ἀλλὰ πάλιν τὸ τοῦ ἥπατος ἀποτέλεσμα, τουτέστιν τὸ αἷμα, ὡς ὕλην οἰκείαν ἡ ἐν ἑκάστῳ τῶν λοιπῶν μορίων παραλαβοῦσα δύναμις εἰς τὴν τοῦ ὑποκειμένου μετασκευάζει φύσιν, ἢ ὀστέου τυχὸν ἢ σαρκὸς ἢ τῶν ἄλλων τινός· αὗται μὲν οὖν ὡς ὕλῃ τῷ αἵματι χρῶνται, ἡ δὲ ἐν τῷ ἥπατι ὡς εἶδος καὶ ἀποτέλεσμα τοῦτο εἰργάσατο ὕλην καὶ αὕτη, ὅπερ εἶπον, εἰς τὴν τοῦ αἵματος ἰδέαν τὴν ἐν τῇ γαστρὶ χυλοποιηθεῖσαν τροφὴν ἑλκύσασα· ἐπεὶ καὶ ἡ ἀρτοποιητικὴ τέχνη ὡς εἶδός τι καὶ ἀποτέλεσμα οἰκεῖον τὴν τοῦ ἄρτου κατασκευάζει ἰδέαν, συμβαίνει δὲ τὸ ταύτης ἔργον ὕλην τῇ ἐν τῇ γαστρὶ ἀλλοιωτικῇ δυνάμει γίνεσθαι. καὶ οἱ τῆς τῶν φαρμάκων δὲ φύσεως δημιουργοὶ ὡς ὕλην οἰκείαν τὰ τῆς φύσεως λαβόντες ἀποτελέσματα (λίθους φέρε καὶ πόας καὶ τὰ