Ancient Greek · ~6 min
Page 377
Joannes Philoponus Phil., De aeternitate mundi 377
Not analysed yet
γηται, ἐξ οὐκ ὄντος τε εἰς τὸ εἶναι παρῆλθεν καὶ εἰς τὸ μὴ ὂν πάλιν τῆς συνθέσεως διαλυομένης ἀπόλλυται, οὐδὲν ἄρα τῶν γινομένων ἐξ ὄντος γίνεται οὐδὲ φθείρεται πάλιν εἰς ὄν, ἀλλ' ἐκ τοῦ μὴ ὄντος ἡ γένεσις καὶ ἡ φθορὰ πάντως εἰς τὸ μὴ ὄν ἐστιν τῶν φθειρομένων ἡ ἀνάλυσις. ζιʹ. Ὑπὸ τούτων τινὲς τῶν λόγων πιεζόμενοί φασιν, ὡς οὔτε ὕλης ἐστὶν ἡ γένεσις οὔτε τοῦ εἴδους ἀλλὰ τοῦ ἐξ ἀμφοῖν συνθέτου, τούτου δὲ εἶναι καὶ τὴν φθοράν· γίνεσθαι γάρ φασιν σύνθετον ἐξ ἀσυνθέτου· εἰ γὰρ τὸ γινόμενόν ἐστιν ἄνθρωπος ἢ βοῦς ἢ ἐλαία ἤ τι τῶν παραπλησίων, τούτων δὲ ἕκαστον ἐξ οὐ συνθέτου σύνθετον γέγονεν, δῆλον ἄρα, ὅτι τοῦ συνθέτου ἐστὶν ἡ γένεσις· σύνθετα γὰρ καὶ τὰ φυτὰ καὶ τὰ ζῷα καὶ τῶν γινομένων ἕκαστον, τὰ δὲ σύνθετα ἐξ ὑποκειμένης τῆς ὕλης γίνεται καὶ εἰς αὐτὴν πάλιν ἔσχατον ἀναλύεται· ὥστε καὶ ἡ γένεσις ἐξ ὄντος καὶ ἡ φθορὰ πάλιν εἰς ὄν. ἐπεὶ δ', ἄν τις καὶ πρὸς τούτοις ὡς μάλιστα μένει, δέδεικται, ὅτι οὐ καθ' ὅλον αὐτὸ τὸ σύνθετον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβάλλει, ὅπερ ἐστὶν γένεσις, οὐδ' αὖ πάλιν καθ' ὅλον αὐτὸ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν ἀναλύεται, ὅπερ ἐστὶν φθορά, οὐκ ἂν ᾖ κυρίως τοῦ συνθέτου ἡ γένεσις· εἰ γὰρ καὶ τὸ σύνθετον λέγοιτο γίνεσθαι, ἀπὸ μέρους τοῦ παντὸς κατηγορεῖται ἡ γένεσις, ὡς καὶ τὸν ἄνθρωπον ἀπὸ μέρους τοῦ σώματος βαδίζειν λέγομεν. εἰ δέ τις καὶ συγχωρήσειε τοῦ συνθέτου εἶναι τὴν γένεσιν, διότι ἁπλῶς σύνθεσίς τις γίνεται,