Ancient Greek · ~6 min
Page 376
Joannes Philoponus Phil., De aeternitate mundi 376
Not analysed yet
λοιπά, ἅπερ ἡ φύσις οὐχ ὡς ὕλην ἐκείνοις ἐσόμενα ἀπειργάσατο ἀλλ' ὡς οἰκεῖον εἶδος καὶ ἀποτέλεσμα) τὴν τῶν φαρμάκων ἐν αὐτοῖς ἰδέαν ἐργάζονται καὶ τοῦτο ἔχουσι τέλος, ἅπερ πάλιν τῷ ἰατρῷ ὕλη γίνεται. καὶ τί ἄν τις ἐπὶ πλείω μηκύνοι τὸν λόγον τοῖς παραδείγμασιν; καθόλου γὰρ πᾶσα τέχνη καὶ πᾶσα φυσικὴ δύναμις δημιουργοῦσά τι οὐχ ὡς ὕλην δημιουργεῖ ἀλλ' ὡς εἶδός τι πάντως ἐργάζεται, εἴπερ ὕλην τινὰ παραλαβοῦσα καὶ ἡ τέχνη καὶ ἡ φύσις εἶδός τι αὐτῇ ἐπιτίθησιν. οὐδεμία δὲ ὕλη, καθὸ ὕλη ἐστίν, ἐν ἄλλῃ τινὶ ὑποκειμένῃ ὕλῃ ὑφίσταται· αὐτὴ γάρ ἐστιν τὸ πρῶτον ἑκάστῳ ὑποκείμενον· ἡ γὰρ προσεχὴς καλουμένη ὕλη, οἷον φέρε τὰ στοιχεῖα καὶ οἱ ἐν τῷ ἡμετέρῳ σώματι τούτοις ἀναλογοῦντες χυμοί, οὐ κυρίως ὕλη ἀλλὰ πρός τι ὕλη· ὡς μὲν γὰρ πρὸς τὰ ἐξ αὐτῶν ἐσόμενα σύνθετα σώματα ὕλη εἰσίν, ταῦτα μέντοι καθ' αὑτὰ θεωρούμενα σύνθετά ἐστιν ἐξ ὕλης καὶ εἴδους, ὕλης μὲν αὐτοῖς τοῦ τριχῇ διαστατοῦ, εἴδους δὲ τοῦ πυρίου τυχὸν ἢ τοῦ ἀερίου· καὶ ἐπὶ πάντων ὡσαύτως. δέδεικται ἄρα, ὅτι πᾶσα δημιουργικὴ δύναμις εἴδους ἐστὶν δημιουργός, εἰ καὶ συμβαίνει τὸ ἄλλης ἀποτέλεσμα ἄλλης ὕλην γίνεσθαι, χωρὶς εἰ μή τις τὴν ἐν παντὶ τῷ ζῴῳ κοινὴν φύσιν σκοπήσειεν, ἥτις τὰ ἑκάστης δυνάμεως ἔργα εἰς ἕνα σκοπὸν τὴν τοῦ ζῴου συνάγει σωτηρίαν. ἀλλ' ἥ γε ἐν ἑκάστῳ μορίῳ δημιουργὸς φύσις οὐχ ὡς ὕλην ἀλλ' ὡς εἶδος τὸ ἴδιον ἐργάζεται ἀποτέλεσμα. εἰ τοίνυν καὶ τέχνη πᾶσα καὶ φύσις εἶδός τι καὶ οὐχ ὕλην ἐργάζεται, τὰ δὲ εἴδη πάντα, ὡς καὶ αὐτοῖς ὡμολό-