Ancient Greek · ~6 min
Page 381
Joannes Philoponus Phil., De aeternitate mundi 381
Not analysed yet
οὖν τὰ στοιχεῖα τοῦ παντὸς ἢ μένει ἢ κύκλῳ κινεῖται, εἴτε δὲ μένει ἐν τῷ κατὰ φύσιν τόπῳ, ἔχει τὸ κατὰ φύσιν, εἴτε κύκλῳ κινεῖται, οὔτε ἀρχὴν οὔτε τελευτὴν ἔχει τοῦ κινεῖσθαι, δηλονότι καὶ τὸ πᾶν ἀμετάβλητόν ἐστιν τῶν μὲν τοὺς κατὰ φύσιν τόπους ἐχόντων, τῶν δὲ ἀνάρχως καὶ ἀτελευτήτως κινουμένων· καὶ γὰρ τὰ τῇδε μεταβάλλει ἐν τόπῳ ἀλλοτρίῳ ὄντων τῶν, ἐξ ὧν ἐστιν, καὶ τὸν οἰκεῖον καταλαβεῖν σπευδόντων. εἰ οὖν τὰ στοιχεῖα τοῦ παντὸς ἐν τοῖς οἰκείοις ἐστὶν τόποις καὶ οὐδὲν ὅλον εἰς τὸν ἀλλότριον φέρεται τόπον οὐδὲ ἀπολιπὸν τὸν οἰκεῖον βιάζεται τὸ ἐν τῷ οἰκείῳ ὄν, ἀνάγκη τὸ πᾶν ἀμετάβλητον εἶναι πάντων ἀεὶ κατὰ φύσιν ἐχόντων τῶν ὅλων καὶ τῶν μενόντων ἐν αὐτῷ καὶ τῶν κινουμένων. εἰ μὲν οὖν, πρὶν κοσμηθῇ τὸ πᾶν, ἐν τοῖς οἰκείοις ἦν ἕκαστα τόποις, ἢ ἔμενεν ἢ κύκλῳ ἐκινεῖτο, καὶ οὕτω πάλιν ἦν τὸ πᾶν κεκοσμημένον, πρὶν κοσμηθῇ, καὶ οὐκ ἔσχεν ἀρχὴν τοῦ κοσμηθῆναι πάντων ὁμοίως ἐχόντων νῦν τε καὶ πρότερον. εἰ δὲ ἐν τοῖς ἀλλοτρίοις (πάντως γὰρ ἦν ἐν τόποις σώματα ὄντα), <εἰ μὲν ὄντων αὐτοῖς τῶν κατὰ φύσιν τόπων ἄλλων, τίς ὁ μεταθεὶς αὐτὰ ἐν τοῖς ἀλλοτρίοις; οὐ γὰρ ἑαυτοῖς ἦν αἴτια σώματα ὄντα> τῆς μεταθέσεως· ὥστε δύο ἀρχαί, ἡ μὲν τοῦ παρὰ φύσιν, ἡ δὲ τοῦ κατὰ φύσιν, καὶ πρότερον τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν καὶ ταῦτα παρὰ φύσιν ὂν ὡς ἔκστασις τῆς φύσεως, ἧς φύσεως μηδ' ὅλως