Ancient Greek · ~6 min
Page 382
Joannes Philoponus Phil., De aeternitate mundi 382
Not analysed yet
οὔσης οὐδ' ἂν αὐτὸ εἴη παρὰ φύσιν (οὐδὲ γὰρ τὸ παρὰ τέχνην ἔστιν μὴ οὔσης τέχνης· τὸ γὰρ παρ' ὁτιοῦν ὂν ὄντος ἐκείνου, παρ' ὅ ἐστιν, εἴη ἄν)· ὥστε, εἰ καὶ ἦσαν τόποι κατὰ φύσιν, τούτων ἐν ἐκείνοις μὴ γενομένων ἄδηλον, εἰ καὶ κατὰ φύσιν πρεσβυτέρων ὄντων τὸν ἄπειρον χρόνον. εἰ δὲ μή, ὄντων ἄλλων οἰκείων οὐδ' ἂν ἀλλότριοι εἴησαν ἄν, ἐν οἷς ἦσαν· τὸ γὰρ ἀλλότριον πρὸς τὸ οἰκεῖον ἔχει τὴν ἀναφοράν· εἰ δὲ καὶ τότε ἐκεῖνα μὴ ἐν ἀλλοτρίοις ἦν οἷς εἶχεν τόποις, ὥσπερ καὶ τὰ νῦν οὐκ ἐν ἀλλοτρίοις ἐστὶν οἷς ἐστιν τόποις, εἶχε κἀκεῖνα κατὰ φύσιν, ὥσπερ καὶ τὰ νῦν. ὥστε ἀεὶ μὲν ἔσται κόσμος, ἄλλοτε δ' ἄλλων ὄντων κατὰ φύσιν τοῖς ἐν αὐτῷ καὶ παρὰ φύσιν. καθόσον ἄρα κόσμος ἐστίν, ἀίδιός ἐστιν. τὸ δὲ τοιόνδε τὸ ἐν αὐτῷ μόνον, εἴπερ ἄρα, οὐκ ἀεί ἐστιν. μετασχηματιζόμενον οὖν ἔσται τὸ πᾶν, ἀεὶ δὲ τὸ πᾶν· καὶ ὡς ἐκεῖνο παρὰ φύσιν πρὸς τὸ νῦν, οὕτω καὶ τὸ νῦν παρὰ φύσιν πρὸς ἐκεῖνο· καὶ ἐν ἐκείνῳ πάντα ἐν οἰκείοις καὶ ἐν τούτῳ τόποις, ἄλλοτε δὲ ἄλλοις. καὶ ὁ Ἐμπεδοκλῆς σοφῶς παρὰ μέρος κοσμοποιῶν, πλὴν ὅτι πολλάκις ἐκεῖνος, δὶς δὲ ἡμεῖς." Κεφάλαια τῆς λύσεως τοῦ δεκάτου λόγου. αʹ. Ὅτι ἐκ δύο ψευδῶν προτάσεων τὸ δέκατον ἐπιχείρημα συνέθηκεν ὁ Πρόκλος δύο συλλογισμοὺς ἐκ τῶν δύο προτάσεων συμπλέξας. βʹ. Ὅτι ψεῦδος τὸ τὰ ἐν τῷ κατὰ φύσιν ὄντα