Ancient Greek · ~6 min
Page 384
Joannes Philoponus Phil., De aeternitate mundi 384
Not analysed yet
βάλλει· καὶ γὰρ τὰ ἡμέτερα φέρε μεταβάλλει σώματα τῶν στοιχείων, ἐξ ὧν ἐστιν, ἐν τῷ παρὰ φύσιν τόπῳ συνεχομένων· κάτω γὰρ ὂν παρὰ φύσιν τὸ πῦρ τὸ ἐν ἡμῖν ἄνω θεῖ τοῦ κατὰ φύσιν τόπου τυχεῖν ἐφιέμενον, ὡς ἔμπαλιν τὸ γήινον κάτω· ἔνθεν ἡ μάχη καὶ ἡ τῶν μερῶν τοῦ συνθέτου διάστασις, ἐξ ὧν τὴν λύσιν τοῦ συνεστῶτος συμβαίνει γίνεσθαι εἰς τἀναντία κινουμένων τῶν τοῦ συνθέτου στοιχείων. μία μὲν οὖν ψευδὴς ὑπόθεσις εἰρημένη. δευτέρα δέ· τὰ κύκλῳ, φησίν, κινούμενα οὔτε ἀρχὴν ἔχει τῆς κινήσεως οὔτε τέλος. ἐξ ὧν δύο ὑποθέσεων δύο συλλογισμοὺς συμπλέκει, ἕνα μὲν τοιοῦτον· εἰ ἕκαστον, φησίν, τῶν τοῦ κόσμου μερῶν ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ, τὰ δὲ ἐν τῷ κατὰ φύσιν ὄντα τόπῳ ἀμετάβλητά ἐστιν, καὶ τὰ τοῦ κόσμου ἄρα μέρη καὶ ὁ ἐξ αὐτῶν συγκείμενος κόσμος ἀμετάβλητος ἔσται. δεύτερον δέ· εἰ τὰ κύκλῳ, φησίν, κινούμενα οὔτε ἀρχὴν ἔχει τῆς κινήσεως οὔτε τέλος, ὁ δὲ οὐρανὸς κύκλῳ κινεῖται, οὔτε ἀρχὴν ἄρα ἔσχεν τῆς κινήσεως οὔτε δὲ τέλος. τὸ μὲν οὖν δέκατον δηλονότι τοῦ φιλοσόφου τῶν λόγων φροῦδος οἰχήσεται. βʹ. Ὅτι μὲν οὖν ψεῦδος τὸ μηδὲν μεταβάλλειν ἐν τῷ κατὰ φύσιν ὑπάρχον τόπῳ, δῆλον ἐντεῦθεν. εἰ γὰρ τὰ μεταβάλλοντα πάντα ἐν ἀλλοτρίῳ ὄντα μεταβάλλει τόπῳ, οὐδὲν ἄρα, ὃ μὴ ἐν ἀλλοτρίῳ ὂν τόπῳ μεταβάλλει· εἰ γὰρ τὸ ἑπόμενον ψεῦδος, καὶ τὸ ἡγούμενον ἐξ ἀνάγκης· εἰ γὰρ ψεῦδος τὸ μηδέν, ὃ μή ἐστιν