Ancient Greek · ~6 min
Page 385
Joannes Philoponus Phil., De aeternitate mundi 385
Not analysed yet
ἐν ἀλλοτρίῳ τόπῳ, μὴ μεταβάλλειν, ἐνδέχεται ἄρα καὶ τὰ ἐν μὴ ἀλλοτρίῳ ὄντα τόπῳ μεταβάλλειν· οὐκοῦν ψεῦδος τὸ τὰ μεταβάλλοντα πάντα ἐν ἀλλοτρίῳ τόπῳ ὄντα μεταβάλλειν. εἰ οὖν ἀληθὲς εἴη τοῦτο, πᾶν ἄρα, ὃ μὴ ἐν ἀλλοτρίῳ τόπῳ ἐστίν, ἀμετάβλητόν ἐστιν. πᾶν δὲ τὸ μὴ ἐν ἀλλοτρίῳ τόπῳ ὂν τοῦτο ἐν τῷ οἰκείῳ καὶ κατὰ φύσιν ἐστὶν τόπῳ· πᾶν ἄρα τὸ ἐν τῷ οἰκείῳ καὶ κατὰ φύσιν ὑπάρχον τόπῳ ἀμετάβλητόν ἐστιν. ἀλλὰ δὴ καὶ οὗ ἂν τὸ ὅλον ἐν τῷ κατὰ φύσιν τόπῳ ᾖ, τούτου καὶ τὰ ἐν τῷ ὅλῳ ὄντα μέρη ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ· ὁ γὰρ αὐτὸς τοῦ ὅλου καὶ τοῦ μέρους κατὰ φύσιν ἐστὶν τόπος, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν δέδεικται· πάντα ἄρα τὰ τῶν στοιχείων μέρη τὰ ἐν τῇ οἰκείᾳ ὁλότητι ὑπάρχοντα ἐν τῷ κατὰ φύσιν ὄντα τόπῳ ἀμετάβλητα ἔσται. ἀλλὰ μὴν καὶ ὅσα ἐν τοῖς παρὰ φύσιν νῦν ἐστιν τόποις τῶν στοιχείων μέρη, τῷ μακρῷ χρόνῳ πάντα ἐν τοῖς κατὰ φύσιν τόποις γενήσεται (οὐδὲν γὰρ ἐν τῷ παρὰ φύσιν μένει τὸν ἄπειρον χρόνον) καὶ γενόμενα μενεῖ ἐν αὐτοῖς· οὐ γὰρ δή γε πρὶν ἠρεμῆσαι ἐν τοῖς οἰκείοις τόποις ἐξίσταται τούτων· καὶ τὰ νῦν ἄρα ἐν τῷ παρὰ φύσιν ὄντα τῶν στοιχείων μέρη γενόμενά ποτε ἐν τῷ κατὰ φύσιν ἀμετάβλητα ἔσται. εἰ οὖν καὶ τὰ νῦν ἐν τῷ κατὰ φύσιν ὄντα τῶν στοιχείων μέρη ἀμετάβλητά ἐστιν διὰ τὸ ἐν τῷ κατὰ φύσιν εἶναι καὶ τὰ ἐν τῷ παρὰ φύσιν ὄντα γενόμενά ποτε ἐν τῷ κατὰ φύσιν ἀμετάβλητα ἔσται, ἔσται ἄρα ποτέ, ὅτε οὐδὲν