Ancient Greek
Page 386
Joannes Philoponus Phil., De aeternitate mundi 386
Not analysed yet
ἔσται τὸ μεταβάλλον. οὐδενὸς οὖν ὄντος τοῦ μεταβάλλοντος οἰχήσεται ἐκ τοῦ παντὸς πᾶσα μεταβολή τε καὶ γένεσις. εἰ οὖν τοῦτο ἀδύνατον, ἕως ἂν ὁ κόσμος εἴη, ψεῦδος ἄρα καὶ τὸ λέγειν, ὡς πᾶν τὸ μεταβάλλον ἐν ἀλλοτρίῳ τόπῳ ὂν μεταβάλλει. εἰ δὲ τοῦτο ψεῦδος, ἐνδέχεται ἄρα καὶ ἐν τῷ οἰκείῳ καὶ κατὰ φύσιν ὄντα τόπῳ τὰ στοιχεῖα μεταβάλλειν· οὐκ ἄρα διὰ τὸ νῦν ἐν τῷ κατὰ φύσιν εἶναι τόπῳ τὰς τῶν στοιχείων ὁλότητας ἤδη διὰ τοῦτο ἀμεταβλήτους καὶ αὐτὰς καὶ τὸν ἐξ αὐτῶν συγκείμενον κόσμον εἶναι ἀνάγκη. ὅτι δὲ τὰ ἐν τῷ ὅλῳ ὄντα μέρη ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ (τοῦτο γὰρ ἐν τῷ συλλογισμῷ παρειλήφαμεν), δῆλον ὂν ἐκ τῆς ἐναργείας καὶ ἐντεῦθεν ἄν τις κατίδοι. εἰ γὰρ μηδὲν τῶν συμπληρωτικῶν τῆς γῆς τυχὸν μορίων ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ, οὐδὲ τὸ ὅλον τὸ ἐξ αὐτῶν συγκείμενον ἐν τῷ κατὰ φύσιν ἔσται τόπῳ· οὐδὲν γάρ ἐστιν τὸ ὅλον ἢ πάντα τὰ μέρη· ὡς γὰρ ἡ ὅλη γῆ τὸν ὅλον καὶ κατὰ φύσιν ἑαυτῆς ἐπέχει τόπον, οὕτω καὶ τῶν μερῶν αὐτῆς ἕκαστον τὸ τῷ ὅλῳ συνημμένον μέρος τοῦ ὅλου καὶ κατὰ φύσιν ἐπέχει τόπου· ὥστε, εἰ ὁ ὅλος τῆς γῆς τόπος κατὰ φύσιν ἐστὶν τῇ ὅλῃ γῇ, καὶ τὸ μέρος ἄρα τοῦ τόπου, ὃ ἐπέχει τὸ τῆς γῆς μέρος, κατὰ φύσιν ἐστὶν τῷ μέρει· εἰ γὰρ καὶ μὴ καθ' ἑαυτὸ καὶ οἷον ἀπεσπασμένον τοῦ ὅλου τὸ μέρος ἴδιον ἐπέχει τόπον, ἀλλ' οὖν ὡς ἐν τῷ ὅλῳ περιεχόμενον μέρος τι τοῦ ὅλου κατέχει τόπου. καὶ τί δεῖ τὰ ἐναργῆ κατασκευάζειν δεικνύναι βουλόμενον, ὡς τὰ τῇ οἰκείᾳ