Ancient Greek
Page 390
Joannes Philoponus Phil., De aeternitate mundi 390
Not analysed yet
μὴ μεταβάλλειν τὰ ἐν τοῖς οἰκείοις ὄντα τόποις ὡς μηδέποτε ἐκ τούτων εἰς τοὺς ἀλλοτρίους ἐξίστασθαι (τοῦτο γάρ πως καὶ ἐδήλωσεν εἰπὼν ‘τότε γὰρ ἐπ' εὐθὺ κινεῖται, ὅταν μὴ ἐν τῷ οἰκείῳ τόπῳ ᾖ σπεύδοντα εἰς ἐκεῖνον ἐλθεῖν’, καὶ διὰ τῶν ἑξῆς δὲ πάντων περὶ τῆς κατὰ τόπον μεταβολῆς ποιεῖται τὸν λόγον), οὐδὲν ἔσται τὸ ἐκ τοῦ οἰκείου τόπου εἰς τὸν ἀλλότριον μεταβάλλον. οὐκοῦν οὐδέποτε παρὰ φύσιν τὰ στοιχεῖα κινηθήσεται. τοῦτο δὲ παρὰ τὴν ἐνάργειαν· καὶ γὰρ ἡ βῶλος καὶ τὸ ὕδωρ βίᾳ καὶ παρὰ φύσιν ἐπὶ τὸ ἄνω φέρεται τοῦ οἰκείου ἐκστάντα τόπου καὶ τὸ πῦρ οἷον οἱ κεραυνοὶ καὶ <αἱ> ἀστραπαὶ ἄνωθεν κάτω ἐκθλιβόμενα φέρεται. ὅλως δέ, εἰ ἔστιν ἡ ἐκ τοῦ παρὰ φύσιν τόπου εἰς τὸν κατὰ φύσιν τῶν στοιχείων μεταβολή, πολλῷ πρότερον καὶ τὴν ἐκ τοῦ κατὰ φύσιν εἰς τὸν παρὰ φύσιν εἶναι ἀνάγκη· τὸ γὰρ ἐν ἀλλοτρίῳ τόπῳ ὂν ἢ τὸν ἄπειρον χρόνον ἐν τούτῳ ἦν ἢ ἐξ ἑτέρου τόπου καὶ αὐτοῦ ἀλλοτρίου ὄντος εἰς ἐκεῖνον μετέβαλεν ἢ ἐκ τοῦ οἰκείου καὶ κατὰ φύσιν, καὶ οὐκ ἔστιν παρὰ ταῦτα. ἀλλ' οὔτε ἐν ἀλλοτρίῳ τόπῳ εἶναί τι τὸν ἄπειρον χρόνον ἐνδέχεται μηδέποτε ἐν τῷ οἰκείῳ γινόμενον (κάλλιον γὰρ τὸ μὴ εἶναι ἢ ἐν τῷ παρὰ φύσιν εἶναι τὸν ἄπειρον χρόνον, τοῦ καλλίστου δὲ ἡ φύσις στοχάζεται· καὶ ὁ θεὸς δὲ πάντα ἀγαθὰ εἶναι ἠβουλήθη, φλαῦρον δὲ μηδὲν κατὰ δύναμιν. καὶ ἄλλως· ἄδηλον ἂν εἴη, ὅπερ αὐτός φησιν ἐν τούτοις ὁ Πρόκλος, εἰ καὶ κατὰ φύσιν ἦν ἐκεῖνος, ἐν ᾧ μηδέποτε γέγονεν) οὔτε μὴν ἐξ