Ancient Greek · ~6 min
Page 391
Joannes Philoponus Phil., De aeternitate mundi 391
Not analysed yet
ἀλλοτρίου τόπου πάλιν εἰς ἀλλότριον καὶ εἴδει διαφέροντα μεταβάλλειν δυνατόν· οὐδὲ γὰρ ἔστιν ὅλως ἐξ ἀλλοτρίου τόπου εἰς ἀλλότριον μεταβολή· τῶν γὰρ στοιχείων πάντων τῶν μὲν ὄντων βαρέων τῶν δὲ κούφων δύο καὶ οἱ κατὰ φύσιν εἰσὶν τόποι τῶν στοιχείων· τῶν μὲν γὰρ βαρέων τὸ κάτω ἢ τὸ μέσον ἐστὶν ὁ κατὰ φύσιν τόπος, τῶν δὲ κούφων τὸ ἄνω ἢ τὸ πέριξ. πᾶσα οὖν κατὰ τόπον τῶν στοιχείων μεταβολὴ ἢ ἄνωθεν κάτω ἢ κάτωθεν ἄνω γίνεται. ἡ μὲν οὖν κάτωθεν ἄνω μεταβολὴ τῶν μὲν κούφων (ἀέρος καὶ πυρός) ἐκ τοῦ ἀλλοτρίου καὶ παρὰ φύσιν εἰς τὸν οἰκεῖον καὶ κατὰ φύσιν ἐστὶν μεταβολή, τῶν δὲ βαρέων (γῆς καὶ ὕδατος) ἐκ τοῦ οἰκείου καὶ κατὰ φύσιν εἰς τὸν ἀλλότριον καὶ παρὰ φύσιν· ἡ δὲ ἄνωθεν κάτω τῶν μὲν κούφων ἐκ τοῦ οἰκείου εἰς τὸν ἀλλότριον, τῶν δὲ βαρέων ἀνάπαλιν. ὥστε πᾶσα κατὰ τόπον τῶν στοιχείων μεταβολὴ ἢ ἐκ τοῦ οἰκείου ἐστὶν εἰς τὸν ἀλλότριον ἢ ἐκ τοῦ ἀλλοτρίου εἰς τὸν οἰκεῖον. ἐξ ἀλλοτρίου δὲ εἰς ἀλλότριον καὶ εἴδει διαφέροντα οὐκ ἐνδέχεται εἶναι κίνησιν, εἰ μή τις ὡς ἐπὶ τὰ πλάγια λίθον ἀκοντίσειεν. ἀλλ' οὐκ ἐξ ἄλλου εἰς ἄλλον καὶ τῷ εἴδει διαφέροντα, ἀλλ' ἐκ τοῦ αὐτοῦ εἰς τὸν αὐτὸν ἐπὶ τὰ πλάγια ἡ κίνησις γίνεται. ἄλλως τε εἰ καὶ ἐξ ἀλλοτρίου εἰς ἀλλότριον μεταβολὴ γίνοιτο, πάλιν περὶ ἐκείνου, ἐξ οὗ τὴν μεταβολὴν ἐποιήσατο, ὁ αὐτὸς ἔσται λόγος· ἢ γὰρ τὸν ἄπειρον χρόνον ἦν ἐν αὐτῷ ἢ ἐξ ἄλλου παρὰ φύσιν καὶ αὐτοῦ εἰς ἐκεῖνον μετέστη καὶ τοῦτο ἐπ' ἄπειρον ἤ, εἰ ταῦτα ἀδύνατα, ἀνάγκη πάντως τὰ ἐν τῷ παρὰ φύσιν ὄντα