Ancient Greek
Page 395
Joannes Philoponus Phil., De aeternitate mundi 395
Not analysed yet
ὑπομένει. ἐδείξαμεν δὲ ἐν τοῖς ἔμπροσθεν, ὡς οὐδὲ κατὰ ἀριθμὸν αἱ αὐταὶ διηνεκῶς τῶν στοιχείων ὁλότητες ὑπομένουσιν· πῶς οὖν οὐκ εὔλογόν τε καὶ ἀναγκαῖον τὸ ὅλον τὰ αὐτὰ τοῖς οἰκείοις ὑπομένειν μέρεσιν; δʹ. Οὐδὲ γὰρ εἰ μὴ νῦν ὁρῶνται ὅλα καθ' ὅλα αὐτὰ τὰ στοιχεῖα μεταβάλλοντα, τοῦτο ἀπόδειξίς ἐστιν τοῦ πάντῃ αὐτὰ κατὰ φύσιν ἀμετάβλητα εἶναι. ἕκαστον γὰρ τῶν ὄντων, κἂν ἐπὶ σμικρὸν χρόνον ἐν τοῖς οὖσιν ὑπάρχῃ, ἕως ἂν ᾖ, ἀνάγκη πᾶσα ὅλον καθ' ὅλον αὐτὸ ἀμετάβλητον εἶναι, οὐ μόνον δὲ καθ' ὅλον αὐτὸ ἀλλὰ καὶ κατὰ τὰ κύρια αὐτοῦ καὶ συνεκτικὰ τοῦ ὅλου μέρη, οἷον φέρε εἰπεῖν ὁ ἄνθρωπος· ἔστ' ἂν γὰρ τῶν ὄντων ᾖ, ὅλος καθ' ὅλον αὐτὸν ἐξ ἀνάγκης ἀμετάβλητός ἐστιν· εἰ γὰρ καθ' ὅλον αὐτὸν μεταβάλοι, εὐθὺς εἰς τὸ μὴ ὂν μεθίσταται. ἀλλὰ δὴ καὶ τὰ κυριώτατα τῶν τοῦ ζῴου μερῶν καθ' ὅλα αὐτὰ ἀμετάβλητά ἐστιν, οἷον καρδία τε καὶ ἧπαρ πνεύμων τε καὶ ἐγκέφαλος καὶ εἴ τι τοιοῦτο· ὁποῖον γὰρ ἂν τούτων καθ' ὅλον αὐτὸ μεταβάλῃ ἢ τοῦ οἰκείου ἐξιστάμενον τόπου ἢ ἐκ τῆς κατὰ φύσιν παντελῶς συμμετρίας τρεπόμενον, εὐθὺς καὶ τοῦ ὅλου ζῴου φθορὰν ἐργάζεται. τί οὖν κωλύει τῇ αὐτῇ ἐπιχειρήσει τινὰ χρώμενον λέγειν, ὡς, εἴπερ τόδε τὸ ζῷον οὔτε καθ' ὅλον αὐτὸ τέως μεταβάλλει οὔτε πάλιν τῶν κυρίων τε καὶ συνεκτικῶν αὐτοῦ μερῶν οὐδὲν ὅλον καθ' ὅλον αὐτὸ μεταβάλλον ὁρᾶται, καὶ παντελῶς ἄρα ἐστὶν