Ancient Greek
Page 394
Joannes Philoponus Phil., De aeternitate mundi 394
Not analysed yet
χείων, ἐξ ὧν σύγκειται, ὅλον καθ' ὅλον αὐτὸ μεταβάλλειν· ἅμα γὰρ τῇ τῶν στοιχείων, ἐξ ὧν σύγκειται, μεταβολῇ καὶ τὸ ἐξ αὐτῶν συγκείμενον συμμεταβάλλειν ἀνάγκη. δεήσει οὖν ἀποδεῖξαι τῷ θέλοντι τὸν κόσμον δεῖξαι ἀίδιον, ὅτι τῶν στοιχείων ἕκαστον καθ' ὅλον αὐτὸ οὐδέποτε τοῦ κατὰ φύσιν εἴδους ἐξίσταται. ὁ οὖν ἄνευ λόγου καὶ ἀποδείξεως ἀξιῶν μηδὲν τῶν καθόλου στοιχείων αὐτὸ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν μεταβάλλειν αὐτὸ αἰτεῖται τὸ ζητούμενον. εἰ μὲν γὰρ καθόλου ἦν ἀληθὲς μηδὲν τῶν ὄντων τὸ σύνολον μήτε ὅλον τι ἢ μέρος ἐν τῷ κατὰ φύσιν ὑπάρχον εἴτε τόπῳ εἴτε εἴδει ἐξίστασθαί ποτε τούτου καὶ εἰς τὸ παρὰ φύσιν μεταβάλλειν, ἴσως εὔλογον ἦν τὸ αὐτὸ καὶ περὶ τῆς τῶν στοιχείων νοεῖν ὁλότητος· εἰ δὲ πάντα τὰ τῶν στοιχείων μέρη καὶ ἐν τοῖς κατὰ φύσιν μένοντα τόποις κατὰ πᾶν μεταβολῆς εἶδος μεταβάλλει, πόθεν δεικνύειν ἔχουσιν, ὡς οὐχὶ καὶ αἱ τῶν στοιχείων ὁλότητες τὸ αὐτὸ τοῖς οἰκείοις μέρεσιν ὑπομένουσιν; πολλῷ γὰρ οἶμαι τὸ ἐναντίον εὐλογώτερόν τε καὶ ἀναγκαῖον ὑπονοεῖν· εἰ γὰρ μηδὲν στοιχείου μέρος ἀμετάβλητόν ἐστιν, ἀλλ' ὅτι ἄν τις αὐτῶν λάβοι μέρος, τοῦτο γενητόν τέ ἐστιν καὶ φθαρτὸν καὶ κατὰ πᾶν εἶδος μεταβολῆς τρεπόμενον, πῶς οὐκ ἀναγκαῖον φανεῖται καὶ περὶ ὅλου ἑκάστου στοιχείου τὰ αὐτὰ ἐννοεῖν, ἐπεὶ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ὁρῶμεν τοῖς μέρεσιν ὁμοιοπαθῆ τὰ ὅλα ὑπάρχοντα; ὡς γὰρ τὸ μέρος τοῦ ζῴου μεταβάλλει αὐξανόμενον ἢ φθίνον ἢ ἀλλοιούμενον ἢ κατὰ τόπον κινούμενον γινόμενόν τε καὶ φθειρόμενον, οὕτω καὶ τὸ ὅλον ζῷον τὰ αὐτὰ