Ancient Greek · ~6 min
Page 397
Joannes Philoponus Phil., De aeternitate mundi 397
Not analysed yet
πνεῦμα γεννᾶταί τε καὶ τῷ παντὶ διασπείρεται σώματι, ἀεικίνητος οὖσα ἐν τῇ κατὰ τόπον μεταβολῇ τῶν κατὰ τὰ ἄλλα πάθη ἀλλοιώσεων οὐ πασῶν δεκτικὴ καθέστηκε σῳζομένη καὶ μένουσα· οὔτε γὰρ διαιρέσεως καὶ μάλιστα τῆς κατὰ τὰς κοιλίας οὔτε τῶν κατὰ τὰς φλεγμονὰς ἀποστημάτων ἀνέχεται, ὡς ἰατρῶν διδάσκουσι παῖδες, ἀλλὰ φθάνει τὴν τούτων σχεδὸν σύστασιν αὐτή τε φθαρεῖσα καὶ τὸ πᾶν συνδιαφθείρασα σῶμα. καὶ δεῖ γε τῷ ὄντι τὸ μάλιστα τοῦ ὅλου συνεκτικώτατον μόριον, ἕως ἂν τὸ ὅλον εἶναί τε καὶ σῴζεσθαι δέῃ, αὐτὸ ὡς οἷόν τέ ἐστιν ἐν τῷ κατὰ φύσιν τόπῳ τε καὶ εἴδει διαμένειν, ἵνα τό τε ὅλον συνέχειν δύναται καὶ τὰ νοσοῦντα πάλιν ἐπὶ τὸ κατὰ φύσιν ἀνακαλεῖσθαι μόρια, οἷόν ἐστιν καὶ τοῦ κόσμου τὸ οὐράνιον μέρος, οὗ τῇ κινήσει τὰ ἐντὸς ἰθύνεται πάντα σώματα. εὔλογον οὖν καὶ αὐτὸ τῶν ἄλλων ὡς ὅτι μάλιστα πάντων ἄνοσόν τε καὶ ἀγήρων εἶναι, ἕως ἂν ὁ θεὸς τόδε τὸ πᾶν σῴζεσθαι βούληται, ἀλλ' οὐκ ἤδη διὰ τοῦτο καὶ παντελῶς ἀπαθὲς αὐτὸ κατὰ φύσιν καὶ ἄφθαρτον ὑπολαμβάνειν εὔλογον. ὅτι μὲν οὖν ψεῦδος τὸ πάντα ἐν τῷ κατὰ φύσιν μένοντα τόπῳ ἀμετάβλητα εἶναι <καὶ> διὰ τοῦτο καὶ πάντα κόσμον ἀμετάβλητόν τε εἶναι καὶ ἄφθαρτον, ἐπὶ τοσοῦτον ἡμῖν ἀποδεδείχθω. ϛʹ. Τὸ δὲ τὰ κύκλῳ κινούμενα λέγειν μήτε ἀρχὴν ἔχειν μήτε τέλος κινήσεως καὶ τοῦτο ἀξιοῦν ὥσπερ τινὰ κοινὴν ἔννοιαν ἄνευ πάσης πιστεύεσθαι ἀποδεί-